TITUS
Novum Testamentum graece
Part No. 222
Previous part

Chapter: 3 
Verse: 1    Μὴ πολλοὶ διδάσκαλοι γίνεσϑε, ἀδελϕοί μου, εἰδότες ὅτι μεῖζον κρίμα λημψόμεϑα.
Verse: 2    
πολλὰ γὰρ πταίομεν ἅπαντες. εἴ τις ἐν λόγῳ οὐ πταίει, οὗτος τέλειος ἀνήρ, δυνατὸς χαλιναγωγῆσαι καὶ ὅλον τὸ σῶμα.
Verse: 3    
εἰ δὲ τῶν ἵππων τοὺς χαλινοὺς εἰς τὰ στόματα βάλλομεν εἰς τὸ πείϑεσϑαι αὐτοὺς ἡμῖν, καὶ ὅλον τὸ σῶμα αὐτῶν μετάγομεν.
Verse: 4    
ἰδοὺ καὶ τὰ πλοῖα, τηλικαῦτα ὄντα καὶ ὑπὸ ἀνέμων σκληρῶν ἐλαυνόμενα, μετάγεται ὑπὸ ἐλαχίστου πηδαλίου ὅπου ὁρμὴ τοῦ εὐϑύνοντος βούλεται·
Verse: 5    
οὕτως καὶ γλῶσσα μικρὸν μέλος ἐστὶν καὶ μεγάλα αὐχεῖ. ᾽Ιδοὺ ἡλίκον πῦρ ἡλίκην ὕλην ἀνάπτει·
Verse: 6    
καὶ γλῶσσα πῦρ, κόσμος τῆς ἀδικίας, γλῶσσα καϑίσταται ἐν τοῖς μέλεσιν ἡμῶν, σπιλοῦσα ὅλον τὸ σῶμα καὶ ϕλογίζουσα τὸν τροχὸν τῆς γενέσεως καὶ ϕλογιζομένη ὑπὸ τῆς γεέννης.
Verse: 7    
πᾶσα γὰρ ϕύσις ϑηρίων τε καὶ πετεινῶν ἑρπετῶν τε καὶ ἐναλίων δαμάζεται καὶ δεδάμασται τῇ ϕύσει τῇ ἀνϑρωπίνῃ·
Verse: 8    
τὴν δὲ γλῶσσαν οὐδεὶς δαμάσαι δύναται ἀνϑρώπων· ἀκατάστατον κακόν, μεστὴ ἰοῦ ϑανατηϕόρου.
Verse: 9    
ἐν αὐτῇ εὐλογοῦμεν τὸν κύριον καὶ πατέρα, καὶ ἐν αὐτῇ καταρώμεϑα τοὺς ἀνϑρώπους τοὺς καϑ' ὁμοίωσιν ϑεοῦ γεγονότας·
Verse: 10    
ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. οὐ χρή, ἀδελϕοί μου, ταῦτα οὕτως γίνεσϑαι.
Verse: 11    
μήτι πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς βρύει τὸ γλυκὺ καὶ τὸ πικρόν;
Verse: 12    
μὴ δύναται, ἀδελϕοί μου, συκῆ ἐλαίας ποιῆσαι ἄμπελος σῦκα; οὔτε ἁλυκὸν γλυκὺ ποιῆσαι ὕδωρ.
Verse: 13    
Τίς σοϕὸς καὶ ἐπιστήμων ἐν ὑμῖν; δειξάτω ἐκ τῆς καλῆς ἀναστροϕῆς τὰ ἔργα αὐτοῦ ἐν πραύτητι σοϕίας.
Verse: 14    
εἰ δὲ ζῆλον πικρὸν ἔχετε καὶ ἐριϑείαν ἐν τῇ καρδίᾳ ὑμῶν, μὴ κατακαυχᾶσϑε καὶ ψεύδεσϑε κατὰ τῆς ἀληϑείας.
Verse: 15    
οὐκ ἔστιν αὕτη σοϕία ἄνωϑεν κατερχομένη, ἀλλὰ ἐπίγειος, ψυχική, δαιμονιώδης·
Verse: 16    
ὅπου γὰρ ζῆλος καὶ ἐριϑεία, ἐκεῖ ἀκαταστασία καὶ πᾶν ϕαῦλον πρᾶγμα.
Verse: 17    
δὲ ἄνωϑεν σοϕία πρῶτον μὲν ἁγνή ἐστιν, ἔπειτα εἰρηνική, ἐπιεικής, εὐπειϑής, μεστὴ ἐλέους καὶ καρπῶν ἀγαϑῶν, ἀδιάκριτος, ἀνυπόκριτος·
Verse: 18    
καρπὸς δὲ δικαιοσύνης ἐν εἰρήνῃ σπείρεται τοῖς ποιοῦσιν εἰρήνην.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.