TITUS
Novum Testamentum graece
Part No. 199
Previous part

Book: 2.Tim. 
ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Β

Epistola beati Pauli apostoli ad Timotheum secunda




Chapter: 1 
Verse: 1    Παῦλος ἀπόστολος Χριστοῦ ᾽Ιησοῦ διὰ ϑελήματος ϑεοῦ κατ' ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ ᾽Ιησοῦ
Verse: 2    
Τιμοϑέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ ϑεοῦ πατρὸς καὶ Χριστοῦ ᾽Ιησοῦ τοῦ κυρίου ἡμῶν.
Verse: 3    
Χάριν ἔχω τῷ ϑεῷ, λατρεύω ἀπὸ προγόνων ἐν καϑαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσίν μου νυκτὸς καὶ ἡμέρας,
Verse: 4    
ἐπιποϑῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωϑῶ,
Verse: 5    
ὑπόμνησιν λαβὼν τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησεν πρῶτον ἐν τῇ μάμμῃ σου Λωίδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
Verse: 6    
δι' ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ ϑεοῦ, ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιϑέσεως τῶν χειρῶν μου·
Verse: 7    
οὐ γὰρ ἔδωκεν ἡμῖν ϑεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωϕρονισμοῦ.
Verse: 8    
μὴ οὖν ἐπαισχυνϑῇς τὸ μαρτύριον τοῦ κυρίου ἡμῶν μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ, ἀλλὰ συγκακοπάϑησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν ϑεοῦ,
Verse: 9    
τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν ἀλλὰ κατὰ ἰδίαν πρόϑεσιν καὶ χάριν, τὴν δοϑεῖσαν ἡμῖν ἐν Χριστῷ ᾽Ιησοῦ πρὸ χρόνων αἰωνίων,
Verse: 10    
ϕανερωϑεῖσαν δὲ νῦν διὰ τῆς ἐπιϕανείας τοῦ σωτῆρος ἡμῶν Χριστοῦ ᾽Ιησοῦ, καταργήσαντος μὲν τὸν ϑάνατον ϕωτίσαντος δὲ ζωὴν καὶ ἀϕϑαρσίαν διὰ τοῦ εὐαγγελίου,
Verse: 11    
εἰς ἐτέϑην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος.
Verse: 12    
δι' ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ' οὐκ ἐπαισχύνομαι, οἶδα γὰρ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστιν τὴν παραϑήκην μου ϕυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
Verse: 13    
ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ' ἐμοῦ ἤκουσας ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ ᾽Ιησοῦ·
Verse: 14    
τὴν καλὴν παραϑήκην ϕύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
Verse: 15    
Οἶδας τοῦτο, ὅτι ἀπεστράϕησάν με πάντες οἱ ἐν τῇ ᾽Ασίᾳ, ὧν ἐστιν Φύγελος καὶ ῾Ερμογένης.
Verse: 16    
δῴη ἔλεος κύριος τῷ ᾽Ονησιϕόρου οἴκῳ, ὅτι πολλάκις με ἀνέψυξεν καὶ τὴν ἅλυσίν μου οὐκ ἐπαισχύνϑη,
Verse: 17    
ἀλλὰ γενόμενος ἐν ῾Ρώμῃ σπουδαίως ἐζήτησέν με καὶ εὗρεν
Verse: 18    
δῴη αὐτῷ κύριος εὑρεῖν ἔλεος παρὰ κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ ὅσα ἐν ᾽Εϕέσῳ διηκόνησεν, βέλτιον σὺ γινώσκεις.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.