TITUS
Novum Testamentum graece
Part No. 193
Book: 1.Tim.
ΠΡΟΣ
ΤΙΜΟΘΕΟΝ
Α
Epistola
beati
Pauli
apostoli
ad
Timotheum
prima
Chapter: 1
Verse: 1
Παῦλος
ἀπόστολος
Χριστοῦ
᾽Ιησοῦ
κατ
'
ἐπιταγὴν
ϑεοῦ
σωτῆρος
ἡμῶν
καὶ
Χριστοῦ
᾽Ιησοῦ
τῆς
ἐλπίδος
ἡμῶν
Verse: 2
Τιμοϑέῳ
γνησίῳ
τέκνῳ
ἐν
πίστει
·
χάρις
,
ἔλεος
,
εἰρήνη
ἀπὸ
ϑεοῦ
πατρὸς
καὶ
Χριστοῦ
᾽Ιησοῦ
τοῦ
κυρίου
ἡμῶν
.
Verse: 3
Καϑὼς
παρεκάλεσά
σε
προσμεῖναι
ἐν
᾽Εϕέσῳ
πορευόμενος
εἰς
Μακεδονίαν
,
ἵνα
παραγγείλῃς
τισὶν
μὴ
ἑτεροδιδασκαλεῖν
Verse: 4
μηδὲ
προσέχειν
μύϑοις
καὶ
γενεαλογίαις
ἀπεράντοις
,
αἵτινες
ἐκζητήσεις
παρέχουσιν
μᾶλλον
ἢ
οἰκονομίαν
ϑεοῦ
τὴν
ἐν
πίστει
·
Verse: 5
τὸ
δὲ
τέλος
τῆς
παραγγελίας
ἐστὶν
ἀγάπη
ἐκ
καϑαρᾶς
καρδίας
καὶ
συνειδήσεως
ἀγαϑῆς
καὶ
πίστεως
ἀνυποκρίτου
,
Verse: 6
ὧν
τινες
ἀστοχήσαντες
ἐξετράπησαν
εἰς
ματαιολογίαν
,
Verse: 7
ϑέλοντες
εἶναι
νομοδιδάσκαλοι
,
μὴ
νοοῦντες
μήτε
ἃ
λέγουσιν
μήτε
περὶ
τίνων
διαβεβαιοῦνται
.
Verse: 8
Οἴδαμεν
δὲ
ὅτι
καλὸς
ὁ
νόμος
ἐάν
τις
αὐτῷ
νομίμως
χρῆται
,
Verse: 9
εἰδὼς
τοῦτο
,
ὅτι
δικαίῳ
νόμος
οὐ
κεῖται
,
ἀνόμοις
δὲ
καὶ
ἀνυποτάκτοις
,
ἀσεβέσι
καὶ
ἁμαρτωλοῖς
,
ἀνοσίοις
καὶ
βεβήλοις
,
πατρολῴαις
καὶ
μητρολῴαις
,
ἀνδροϕόνοις
,
Verse: 10
πόρνοις
,
ἀρσενοκοίταις
,
ἀνδραποδισταῖς
,
ψεύσταις
,
ἐπιόρκοις
,
καὶ
εἴ
τι
ἕτερον
τῇ
ὑγιαινούσῃ
διδασκαλίᾳ
ἀντίκειται
,
Verse: 11
κατὰ
τὸ
εὐαγγέλιον
τῆς
δόξης
τοῦ
μακαρίου
ϑεοῦ
,
ὃ
ἐπιστεύϑην
ἐγώ
.
Verse: 12
Χάριν
ἔχω
τῷ
ἐνδυναμώσαντί
με
Χριστῷ
᾽Ιησοῦ
τῷ
κυρίῳ
ἡμῶν
,
ὅτι
πιστόν
με
ἡγήσατο
ϑέμενος
εἰς
διακονίαν
,
Verse: 13
τὸ
πρότερον
ὄντα
βλάσϕημον
καὶ
διώκτην
καὶ
ὑβριστήν
·
ἀλλὰ
ἠλεήϑην
,
ὅτι
ἀγνοῶν
ἐποίησα
ἐν
ἀπιστίᾳ
,
Verse: 14
ὑπερεπλεόνασεν
δὲ
ἡ
χάρις
τοῦ
κυρίου
ἡμῶν
μετὰ
πίστεως
καὶ
ἀγάπης
τῆς
ἐν
Χριστῷ
᾽Ιησοῦ
.
Verse: 15
πιστὸς
ὁ
λόγος
καὶ
πάσης
ἀποδοχῆς
ἄξιος
,
ὅτι
Χριστὸς
᾽Ιησοῦς
ἦλϑεν
εἰς
τὸν
κόσμον
ἁμαρτωλοὺς
σῶσαι
·
ὧν
πρῶτός
εἰμι
ἐγώ
,
Verse: 16
ἀλλὰ
διὰ
τοῦτο
ἠλεήϑην
,
ἵνα
ἐν
ἐμοὶ
πρώτῳ
ἐνδείξηται
Χριστὸς
᾽Ιησοῦς
τὴν
ἅπασαν
μακροϑυμίαν
,
πρὸς
ὑποτύπωσιν
τῶν
μελλόντων
πιστεύειν
ἐπ
'
αὐτῷ
εἰς
ζωὴν
αἰώνιον
.
Verse: 17
τῷ
δὲ
βασιλεῖ
τῶν
αἰώνων
,
ἀϕϑάρτῳ
,
ἀοράτῳ
,
μόνῳ
ϑεῷ
,
τιμὴ
καὶ
δόξα
εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων
·
ἀμήν
.
Verse: 18
Ταύτην
τὴν
παραγγελίαν
παρατίϑεμαί
σοι
,
τέκνον
Τιμόϑεε
,
κατὰ
τὰς
προαγούσας
ἐπὶ
σὲ
προϕητείας
,
ἵνα
στρατεύῃ
ἐν
αὐταῖς
τὴν
καλὴν
στρατείαν
,
Verse: 19
ἔχων
πίστιν
καὶ
ἀγαϑὴν
συνείδησιν
,
ἥν
τινες
ἀπωσάμενοι
περὶ
τὴν
πίστιν
ἐναυάγησαν
·
Verse: 20
ὧν
ἐστιν
῾Υμέναιος
καὶ
᾽Αλέξανδρος
,
οὓς
παρέδωκα
τῷ
Σατανᾷ
ἵνα
παιδευϑῶσιν
μὴ
βλασϕημεῖν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.