TITUS
Novum Testamentum graece
Part No. 187
Previous part

Chapter: 3 
Verse: 1    Διὸ μηκέτι στέγοντες εὐδοκήσαμεν καταλειϕϑῆναι ἐν ᾽Αϑήναις μόνοι,
Verse: 2    
καὶ ἐπέμψαμεν Τιμόϑεον, τὸν ἀδελϕὸν ἡμῶν καὶ συνεργὸν τοῦ ϑεοῦ ἐν τῷ εὐαγγελίῳ τοῦ Χριστοῦ, εἰς τὸ στηρίξαι ὑμᾶς καὶ παρακαλέσαι ὑπὲρ τῆς πίστεως ὑμῶν
Verse: 3    
τὸ μηδένα σαίνεσϑαι ἐν ταῖς ϑλίψεσιν ταύταις. αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεϑα·
Verse: 4    
καὶ γὰρ ὅτε πρὸς ὑμᾶς ἦμεν, προελέγομεν ὑμῖν ὅτι μέλλομεν ϑλίβεσϑαι, καϑὼς καὶ ἐγένετο καὶ οἴδατε.
Verse: 5    
διὰ τοῦτο κἀγὼ μηκέτι στέγων ἔπεμψα εἰς τὸ γνῶναι τὴν πίστιν ὑμῶν, μή πως ἐπείρασεν ὑμᾶς πειράζων καὶ εἰς κενὸν γένηται κόπος ἡμῶν.
Verse: 6    
῎Αρτι δὲ ἐλϑόντος Τιμοϑέου πρὸς ἡμᾶς ἀϕ' ὑμῶν καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαϑὴν πάντοτε, ἐπιποϑοῦντες ἡμᾶς ἰδεῖν καϑάπερ καὶ ἡμεῖς ὑμᾶς,
Verse: 7    
διὰ τοῦτο παρεκλήϑημεν, ἀδελϕοί, ἐϕ' ὑμῖν ἐπὶ πάσῃ τῇ ἀνάγκῃ καὶ ϑλίψει ἡμῶν διὰ τῆς ὑμῶν πίστεως,
Verse: 8    
ὅτι νῦν ζῶμεν ἐὰν ὑμεῖς στήκετε ἐν κυρίῳ.
Verse: 9    
τίνα γὰρ εὐχαριστίαν δυνάμεϑα τῷ ϑεῷ ἀνταποδοῦναι περὶ ὑμῶν ἐπὶ πάσῃ τῇ χαρᾷ χαίρομεν δι' ὑμᾶς ἔμπροσϑεν τοῦ ϑεοῦ ἡμῶν,
Verse: 10    
νυκτὸς καὶ ἡμέρας ὑπερεκπερισσοῦ δεόμενοι εἰς τὸ ἰδεῖν ὑμῶν τὸ πρόσωπον καὶ καταρτίσαι τὰ ὑστερήματα τῆς πίστεως ὑμῶν;
Verse: 11    
Αὐτὸς δὲ ϑεὸς καὶ πατὴρ ἡμῶν καὶ κύριος ἡμῶν ᾽Ιησοῦς κατευϑύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς·
Verse: 12    
ὑμᾶς δὲ κύριος πλεονάσαι καὶ περισσεύσαι τῇ ἀγάπῃ εἰς ἀλλήλους καὶ εἰς πάντας, καϑάπερ καὶ ἡμεῖς εἰς ὑμᾶς,
Verse: 13    
εἰς τὸ στηρίξαι ὑμῶν τὰς καρδίας ἀμέμπτους ἐν ἁγιωσύνῃ ἔμπροσϑεν τοῦ ϑεοῦ καὶ πατρὸς ἡμῶν ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ μετὰ πάντων τῶν ἁγίων αὐτοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.