TITUS
Novum Testamentum graece
Part No. 148
Previous part

Chapter: 13 
Verse: 1    ᾽Εὰν ταῖς γλώσσαις τῶν ἀνϑρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν κύμβαλον ἀλαλάζον.
Verse: 2    
καὶ ἐὰν ἔχω προϕητείαν καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πᾶσαν τὴν γνῶσιν, κἂν ἔχω πᾶσαν τὴν πίστιν ὥστε ὄρη μεϑιστάναι, ἀγάπην δὲ μὴ ἔχω, οὐϑέν εἰμι.
Verse: 3    
κἂν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ ἐὰν παραδῶ τὸ σῶμά μου ἵνα καυχήσωμαι, ἀγάπην δὲ μὴ ἔχω, οὐδὲν ὠϕελοῦμαι.
Verse: 4    
῾Η ἀγάπη μακροϑυμεῖ, χρηστεύεται ἀγάπη, οὐ ζηλοῖ, οὐ περπερεύεται, οὐ ϕυσιοῦται,
Verse: 5    
οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν,
Verse: 6    
οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληϑείᾳ·
Verse: 7    
πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
Verse: 8    
῾Η ἀγάπη οὐδέποτε πίπτει. εἴτε δὲ προϕητεῖαι, καταργηϑήσονται· εἴτε γλῶσσαι, παύσονται· εἴτε γνῶσις, καταργηϑήσεται.
Verse: 9    
ἐκ μέρους γὰρ γινώσκομεν καὶ ἐκ μέρους προϕητεύομεν·
Verse: 10    
ὅταν δὲ ἔλϑῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηϑήσεται.
Verse: 11    
ὅτε ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος, ἐϕρόνουν ὡς νήπιος, ἐλογιζόμην ὡς νήπιος· ὅτε γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ νηπίου.
Verse: 12    
βλέπομεν γὰρ ἄρτι δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον· ἄρτι γινώσκω ἐκ μέρους, τότε δὲ ἐπιγνώσομαι καϑὼς καὶ ἐπεγνώσϑην.
Verse: 13    
νυνὶ δὲ μένει πίστις, ἐλπίς, ἀγάπη, τὰ τρία ταῦτα· μείζων δὲ τούτων ἀγάπη.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.