TITUS
Novum Testamentum graece
Part No. 145
Chapter: 10
Verse: 1
Οὐ
θέλω
γὰρ
ὑμᾶς
ἀγνοεῖν
,
ἀδελϕοί
,
ὅτι
οἱ
πατέρες
ἡμῶν
πάντες
ὑπὸ
τὴν
νεϕέλην
ἦσαν
καὶ
πάντες
διὰ
τῆς
θαλάσσης
διῆλθον
,
Verse: 2
καὶ
πάντες
εἰς
τὸν
Μωϋσῆν
ἐβαπτίσαντο
ἐν
τῇ
νεϕέλῃ
καὶ
ἐν
τῇ
θαλάσσῃ
,
Verse: 3
καὶ
πάντες
τὸ
αὐτὸ
πνευματικὸν
βρῶμα
ἔϕαγον
,
Verse: 4
καὶ
πάντες
τὸ
αὐτὸ
πνευματικὸν
ἔπιον
πόμα
·
ἔπινον
γὰρ
ἐκ
πνευματικῆς
ἀκολουθούσης
πέτρας
·
ἡ
πέτρα
δὲ
ἦν
ὁ
Χριστός
.
Verse: 5
ἀλλ
'
οὐκ
ἐν
τοῖς
πλείοσιν
αὐτῶν
εὐδόκησεν
ὁ
θεός
,
κατεστρώθησαν
γὰρ
ἐν
τῇ
ἐρήμῳ
.
Verse: 6
ταῦτα
δὲ
τύποι
ἡμῶν
ἐγενήθησαν
,
εἰς
τὸ
μὴ
εἶναι
ἡμᾶς
ἐπιθυμητὰς
κακῶν
,
καθὼς
κἀκεῖνοι
ἐπεθύμησαν
.
Verse: 7
μηδὲ
εἰδωλολάτραι
γίνεσθε
,
καθώς
τινες
αὐτῶν
·
ὥσπερ
γέγραπται
,
᾽Εκάθισεν
ὁ
λαὸς
ϕαγεῖν
καὶ
πεῖν
,
καὶ
ἀνέστησαν
παίζειν
.
Verse: 8
μηδὲ
πορνεύωμεν
,
καθώς
τινες
αὐτῶν
ἐπόρνευσαν
,
καὶ
ἔπεσαν
μιᾷ
ἡμέρᾳ
εἴκοσι
τρεῖς
χιλιάδες
.
Verse: 9
μηδὲ
ἐκπειράζωμεν
τὸν
κύριον
,
καθώς
τινες
αὐτῶν
ἐξεπείρασαν
,
καὶ
ὑπὸ
τῶν
ὄϕεων
ἀπώλλυντο
.
Verse: 10
μηδὲ
γογγύζετε
,
καθάπερ
τινὲς
αὐτῶν
ἐγόγγυσαν
,
καὶ
ἀπώλοντο
ὑπὸ
τοῦ
ὁλοθρευτοῦ
.
Verse: 11
ταῦτα
δὲ
τυπικῶς
συνέβαινεν
ἐκείνοις
,
ἐγράϕη
δὲ
πρὸς
νουθεσίαν
ἡμῶν
,
εἰς
οὓς
τὰ
τέλη
τῶν
αἰώνων
κατήντηκεν
.
Verse: 12
ὥστε
ὁ
δοκῶν
ἑστάναι
βλεπέτω
μὴ
πέσῃ
.
Verse: 13
πειρασμὸς
ὑμᾶς
οὐκ
εἴληϕεν
εἰ
μὴ
ἀνθρώπινος
·
πιστὸς
δὲ
ὁ
θεός
,
ὃς
οὐκ
ἐάσει
ὑμᾶς
πειρασθῆναι
ὑπὲρ
ὃ
δύνασθε
,
ἀλλὰ
ποιήσει
σὺν
τῷ
πειρασμῷ
καὶ
τὴν
ἔκβασιν
τοῦ
δύνασθαι
ὑπενεγκεῖν
.
Verse: 14
Διόπερ
,
ἀγαπητοί
μου
,
ϕεύγετε
ἀπὸ
τῆς
εἰδωλολατρίας
.
Verse: 15
ὡς
ϕρονίμοις
λέγω
·
κρίνατε
ὑμεῖς
ὅ
ϕημι
.
Verse: 16
τὸ
ποτήριον
τῆς
εὐλογίας
ὃ
εὐλογοῦμεν
,
οὐχὶ
κοινωνία
ἐστὶν
τοῦ
αἵματος
τοῦ
Χριστοῦ
;
τὸν
ἄρτον
ὃν
κλῶμεν
,
οὐχὶ
κοινωνία
τοῦ
σώματος
τοῦ
Χριστοῦ
ἐστιν
;
Verse: 17
ὅτι
εἷς
ἄρτος
,
ἓν
σῶμα
οἱ
πολλοί
ἐσμεν
,
οἱ
γὰρ
πάντες
ἐκ
τοῦ
ἑνὸς
ἄρτου
μετέχομεν
.
Verse: 18
βλέπετε
τὸν
᾽Ισραὴλ
κατὰ
σάρκα
·
οὐχ
οἱ
ἐσθίοντες
τὰς
θυσίας
κοινωνοὶ
τοῦ
θυσιαστηρίου
εἰσίν
;
Verse: 19
τί
οὖν
ϕημι
;
ὅτι
εἰδωλόθυτόν
τί
ἐστιν
;
ἢ
ὅτι
εἴδωλόν
τί
ἐστιν
;
Verse: 20
ἀλλ
'
ὅτι
ἃ
θύουσιν
[τὰ
ἔθνη]
,
δαιμονίοις
καὶ
οὐ
θεῷ
θύουσιν
,
οὐ
θέλω
δὲ
ὑμᾶς
κοινωνοὺς
τῶν
δαιμονίων
γίνεσθαι
.
Verse: 21
οὐ
δύνασθε
ποτήριον
κυρίου
πίνειν
καὶ
ποτήριον
δαιμονίων
·
οὐ
δύνασθε
τραπέζης
κυρίου
μετέχειν
καὶ
τραπέζης
δαιμονίων
.
Verse: 22
ἢ
παραζηλοῦμεν
τὸν
κύριον
;
μὴ
ἰσχυρότεροι
αὐτοῦ
ἐσμεν
;
Verse: 23
Πάντα
ἔξεστιν
,
ἀλλ
'
οὐ
πάντα
συμϕέρει
.
πάντα
ἔξεστιν
,
ἀλλ
'
οὐ
πάντα
οἰκοδομεῖ
.
Verse: 24
μηδεὶς
τὸ
ἑαυτοῦ
ζητείτω
ἀλλὰ
τὸ
τοῦ
ἑτέρου
.
Verse: 25
Πᾶν
τὸ
ἐν
μακέλλῳ
πωλούμενον
ἐσθίετε
μηδὲν
ἀνακρίνοντες
διὰ
τὴν
συνείδησιν
,
Verse: 26
τοῦ
κυρίου
γὰρ
ἡ
γῆ
καὶ
τὸ
πλήρωμα
αὐτῆς
.
Verse: 27
εἴ
τις
καλεῖ
ὑμᾶς
τῶν
ἀπίστων
καὶ
θέλετε
πορεύεσθαι
,
πᾶν
τὸ
παρατιθέμενον
ὑμῖν
ἐσθίετε
μηδὲν
ἀνακρίνοντες
διὰ
τὴν
συνείδησιν
.
Verse: 28
ἐὰν
δέ
τις
ὑμῖν
εἴπῃ
,
Τοῦτο
ἱερόθυτόν
ἐστιν
,
μὴ
ἐσθίετε
δι
'
ἐκεῖνον
τὸν
μηνύσαντα
καὶ
τὴν
συνείδησιν
Verse: 29
συνείδησιν
δὲ
λέγω
οὐχὶ
τὴν
ἑαυτοῦ
ἀλλὰ
τὴν
τοῦ
ἑτέρου
.
ἱνατί
γὰρ
ἡ
ἐλευθερία
μου
κρίνεται
ὑπὸ
ἄλλης
συνειδήσεως
;
Verse: 30
εἰ
ἐγὼ
χάριτι
μετέχω
,
τί
βλασϕημοῦμαι
ὑπὲρ
οὗ
ἐγὼ
εὐχαριστῶ
;
Verse: 31
εἴτε
οὖν
ἐσθίετε
εἴτε
πίνετε
εἴτε
τι
ποιεῖτε
,
πάντα
εἰς
δόξαν
θεοῦ
ποιεῖτε
.
Verse: 32
ἀπρόσκοποι
καὶ
᾽Ιουδαίοις
γίνεσθε
καὶ
῞Ελλησιν
καὶ
τῇ
ἐκκλησίᾳ
τοῦ
θεοῦ
,
Verse: 33
καθὼς
κἀγὼ
πάντα
πᾶσιν
ἀρέσκω
,
μὴ
ζητῶν
τὸ
ἐμαυτοῦ
σύμϕορον
ἀλλὰ
τὸ
τῶν
πολλῶν
,
ἵνα
σωθῶσιν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.