TITUS
Novum Testamentum graece
Part No. 143
Previous part

Chapter: 8 
Verse: 1    Περὶ δὲ τῶν εἰδωλοθύτων, οἴδαμεν ὅτι πάντες γνῶσιν ἔχομεν. γνῶσις ϕυσιοῖ, δὲ ἀγάπη οἰκοδομεῖ.
Verse: 2    
εἴ τις δοκεῖ ἐγνωκέναι τι, οὔπω ἔγνω καθὼς δεῖ γνῶναι·
Verse: 3    
εἰ δέ τις ἀγαπᾷ τὸν θεόν, οὗτος ἔγνωσται ὑπ' αὐτοῦ.
Verse: 4    
Περὶ τῆς βρώσεως οὖν τῶν εἰδωλοθύτων οἴδαμεν ὅτι οὐδὲν εἴδωλον ἐν κόσμῳ, καὶ ὅτι οὐδεὶς θεὸς εἰ μὴ εἷς.
Verse: 5    
καὶ γὰρ εἴπερ εἰσὶν λεγόμενοι θεοὶ εἴτε ἐν οὐρανῷ εἴτε ἐπὶ γῆς, ὥσπερ εἰσὶν θεοὶ πολλοὶ καὶ κύριοι πολλοί,
Verse: 6    
ἀλλ' ἡμῖν εἷς θεὸς πατήρ, ἐξ οὗ τὰ πάντα καὶ ἡμεῖς εἰς αὐτόν, καὶ εἷς κύριος ᾽Ιησοῦς Χριστός, δι' οὗ τὰ πάντα καὶ ἡμεῖς δι' αὐτοῦ.
Verse: 7    
᾽Αλλ' οὐκ ἐν πᾶσιν γνῶσις· τινὲς δὲ τῇ συνηθείᾳ ἕως ἄρτι τοῦ εἰδώλου ὡς εἰδωλόθυτον ἐσθίουσιν, καὶ συνείδησις αὐτῶν ἀσθενὴς οὖσα μολύνεται.
Verse: 8    
βρῶμα δὲ ἡμᾶς οὐ παραστήσει τῷ θεῷ· οὔτε ἐὰν μὴ ϕάγωμεν ὑστερούμεθα, οὔτε ἐὰν ϕάγωμεν περισσεύομεν.
Verse: 9    
βλέπετε δὲ μή πως ἐξουσία ὑμῶν αὕτη πρόσκομμα γένηται τοῖς ἀσθενέσιν.
Verse: 10    
ἐὰν γάρ τις ἴδῃ σὲ τὸν ἔχοντα γνῶσιν ἐν εἰδωλείῳ κατακείμενον, οὐχὶ συνείδησις αὐτοῦ ἀσθενοῦς ὄντος οἰκοδομηθήσεται εἰς τὸ τὰ εἰδωλόθυτα ἐσθίειν;
Verse: 11    
ἀπόλλυται γὰρ ἀσθενῶν ἐν τῇ σῇ γνώσει, ἀδελϕὸς δι' ὃν Χριστὸς ἀπέθανεν.
Verse: 12    
οὕτως δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελϕοὺς καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν εἰς Χριστὸν ἁμαρτάνετε.
Verse: 13    
διόπερ εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελϕόν μου, οὐ μὴ ϕάγω κρέα εἰς τὸν αἰῶνα, ἵνα μὴ τὸν ἀδελϕόν μου σκανδαλίσω.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.