TITUS
Novum Testamentum graece
Part No. 140
Previous part

Chapter: 5 
Verse: 1    ῞Ολως ἀκούεται ἐν ὑμῖν πορνεία, καὶ τοιαύτη πορνεία ἥτις οὐδὲ ἐν τοῖς ἔθνεσιν, ὥστε γυναῖκά τινα τοῦ πατρὸς ἔχειν.
Verse: 2    
καὶ ὑμεῖς πεϕυσιωμένοι ἐστέ, καὶ οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἀρθῇ ἐκ μέσου ὑμῶν τὸ ἔργον τοῦτο ποιήσας;
Verse: 3    
ἐγὼ μὲν γάρ, ἀπὼν τῷ σώματι παρὼν δὲ τῷ πνεύματι, ἤδη κέκρικα ὡς παρὼν τὸν οὕτως τοῦτο κατεργασάμενον
Verse: 4    
ἐν τῷ ὀνόματι τοῦ κυρίου [ἡμῶν] ᾽Ιησοῦ, συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου ἡμῶν ᾽Ιησοῦ,
Verse: 5    
παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου.
Verse: 6    
Οὐ καλὸν τὸ καύχημα ὑμῶν. οὐκ οἴδατε ὅτι μικρὰ ζύμη ὅλον τὸ ϕύραμα ζυμοῖ;
Verse: 7    
ἐκκαθάρατε τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέον ϕύραμα, καθώς ἐστε ἄζυμοι. καὶ γὰρ τὸ πάσχα ἡμῶν ἐτύθη Χριστός·
Verse: 8    
ὥστε ἑορτάζωμεν, μὴ ἐν ζύμῃ παλαιᾷ μηδὲ ἐν ζύμῃ κακίας καὶ πονηρίας, ἀλλ' ἐν ἀζύμοις εἰλικρινείας καὶ ἀληθείας.
Verse: 9    
῎Εγραψα ὑμῖν ἐν τῇ ἐπιστολῇ μὴ συναναμίγνυσθαι πόρνοις,
Verse: 10    
οὐ πάντως τοῖς πόρνοις τοῦ κόσμου τούτου τοῖς πλεονέκταις καὶ ἅρπαξιν εἰδωλολάτραις, ἐπεὶ ὠϕείλετε ἄρα ἐκ τοῦ κόσμου ἐξελθεῖν.
Verse: 11    
νῦν δὲ ἔγραψα ὑμῖν μὴ συναναμίγνυσθαι ἐάν τις ἀδελϕὸς ὀνομαζόμενος πόρνος πλεονέκτης εἰδωλολάτρης λοίδορος μέθυσος ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν.
Verse: 12    
τί γάρ μοι τοὺς ἔξω κρίνειν; οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε;
Verse: 13    
τοὺς δὲ ἔξω θεὸς κρινεῖ. ἐξάρατε τὸν πονηρὸν ἐξ ὑμῶν αὐτῶν.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.