TITUS
Novum Testamentum graece
Part No. 122
Chapter: 3
Verse: 1
Τί
οὖν
τὸ
περισσὸν
τοῦ
᾽Ιουδαίου
,
ἢ
τίς
ἡ
ὠϕέλεια
τῆς
περιτομῆς
;
Verse: 2
πολὺ
κατὰ
πάντα
τρόπον
.
πρῶτον
μὲν
[γὰρ]
ὅτι
ἐπιστεύϑησαν
τὰ
λόγια
τοῦ
ϑεοῦ
.
Verse: 3
τί
γὰρ
εἰ
ἠπίστησάν
τινες
;
μὴ
ἡ
ἀπιστία
αὐτῶν
τὴν
πίστιν
τοῦ
ϑεοῦ
καταργήσει
;
Verse: 4
μὴ
γένοιτο
·
γινέσϑω
δὲ
ὁ
ϑεὸς
ἀληϑής
,
πᾶς
δὲ
ἄνϑρωπος
ψεύστης
,
καϑὼς
γέγραπται
,
῞Οπως
ἂν
δικαιωϑῇς
ἐν
τοῖς
λόγοις
σου
καὶ
νικήσεις
ἐν
τῷ
κρίνεσϑαί
σε
.
Verse: 5
εἰ
δὲ
ἡ
ἀδικία
ἡμῶν
ϑεοῦ
δικαιοσύνην
συνίστησιν
,
τί
ἐροῦμεν
;
μὴ
ἄδικος
ὁ
ϑεὸς
ὁ
ἐπιϕέρων
τὴν
ὀργήν
;
κατὰ
ἄνϑρωπον
λέγω
.
Verse: 6
μὴ
γένοιτο
·
ἐπεὶ
πῶς
κρινεῖ
ὁ
ϑεὸς
τὸν
κόσμον
;
Verse: 7
εἰ
γὰρ
ἡ
ἀλήϑεια
τοῦ
ϑεοῦ
ἐν
τῷ
ἐμῷ
ψεύσματι
ἐπερίσσευσεν
εἰς
τὴν
δόξαν
αὐτοῦ
,
τί
ἔτι
κἀγὼ
ὡς
ἁμαρτωλὸς
κρίνομαι
;
Verse: 8
καὶ
μὴ
καϑὼς
βλασϕημούμεϑα
καὶ
καϑώς
ϕασίν
τινες
ἡμᾶς
λέγειν
ὅτι
Ποιήσωμεν
τὰ
κακὰ
ἵνα
ἔλϑῃ
τὰ
ἀγαϑά
;
ὧν
τὸ
κρίμα
ἔνδικόν
ἐστιν
.
Verse: 9
Τί
οὖν
;
προεχόμεϑα
;
οὐ
πάντως
,
προῃτιασάμεϑα
γὰρ
᾽Ιουδαίους
τε
καὶ
῞Ελληνας
πάντας
ὑϕ
'
ἁμαρτίαν
εἶναι
,
Verse: 10
καϑὼς
γέγραπται
ὅτι
Οὐκ
ἔστιν
δίκαιος
οὐδὲ
εἷς
,
Verse: 11
οὐκ
ἔστιν
ὁ
συνίων
,
οὐκ
ἔστιν
ὁ
ἐκζητῶν
τὸν
ϑεόν
.
Verse: 12
πάντες
ἐξέκλιναν
,
ἅμα
ἠχρειώϑησαν
·
οὐκ
ἔστιν
ποιῶν
χρηστότητα
,
οὐκ
ἔστιν
ἕως
ἑνός
.
Verse: 13
τάϕος
ἀνεῳγμένος
ὁ
λάρυγξ
αὐτῶν
,
ταῖς
γλώσσαις
αὐτῶν
ἐδολιοῦσαν
,
ἰὸς
ἀσπίδων
ὑπὸ
τὰ
χείλη
αὐτῶν
,
Verse: 14
ὧν
τὸ
στόμα
ἀρᾶς
καὶ
πικρίας
γέμει
·
Verse: 15
ὀξεῖς
οἱ
πόδες
αὐτῶν
ἐκχέαι
αἷμα
,
Verse: 16
σύντριμμα
καὶ
ταλαιπωρία
ἐν
ταῖς
ὁδοῖς
αὐτῶν
,
Verse: 17
καὶ
ὁδὸν
εἰρήνης
οὐκ
ἔγνωσαν
.
Verse: 18
οὐκ
ἔστιν
ϕόβος
ϑεοῦ
ἀπέναντι
τῶν
ὀϕϑαλμῶν
αὐτῶν
.
Verse: 19
Οἴδαμεν
δὲ
ὅτι
ὅσα
ὁ
νόμος
λέγει
τοῖς
ἐν
τῷ
νόμῳ
λαλεῖ
,
ἵνα
πᾶν
στόμα
ϕραγῇ
καὶ
ὑπόδικος
γένηται
πᾶς
ὁ
κόσμος
τῷ
ϑεῷ
·
Verse: 20
διότι
ἐξ
ἔργων
νόμου
οὐ
δικαιωϑήσεται
πᾶσα
σὰρξ
ἐνώπιον
αὐτοῦ
,διὰ
γὰρ
νόμου
ἐπίγνωσις
ἁμαρτίας
.
Verse: 21
Νυνὶ
δὲ
χωρὶς
νόμου
δικαιοσύνη
ϑεοῦ
πεϕανέρωται
,
μαρτυρουμένη
ὑπὸ
τοῦ
νόμου
καὶ
τῶν
προϕητῶν
,
Verse: 22
δικαιοσύνη
δὲ
ϑεοῦ
διὰ
πίστεως
᾽Ιησοῦ
Χριστοῦ
,
εἰς
πάντας
τοὺς
πιστεύοντας
·
οὐ
γάρ
ἐστιν
διαστολή
·
Verse: 23
πάντες
γὰρ
ἥμαρτον
καὶ
ὑστεροῦνται
τῆς
δόξης
τοῦ
ϑεοῦ
,
Verse: 24
δικαιούμενοι
δωρεὰν
τῇ
αὐτοῦ
χάριτι
διὰ
τῆς
ἀπολυτρώσεως
τῆς
ἐν
Χριστῷ
᾽Ιησοῦ
·
Verse: 25
ὃν
προέϑετο
ὁ
ϑεὸς
ἱλαστήριον
διὰ
πίστεως
ἐν
τῷ
αὐτοῦ
αἵματι
εἰς
ἔνδειξιν
τῆς
δικαιοσύνης
αὐτοῦ
διὰ
τὴν
πάρεσιν
τῶν
προγεγονότων
ἁμαρτημάτων
Verse: 26
ἐν
τῇ
ἀνοχῇ
τοῦ
ϑεοῦ
,
πρὸς
τὴν
ἔνδειξιν
τῆς
δικαιοσύνης
αὐτοῦ
ἐν
τῷ
νῦν
καιρῷ
,
εἰς
τὸ
εἶναι
αὐτὸν
δίκαιον
καὶ
δικαιοῦντα
τὸν
ἐκ
πίστεως
᾽Ιησοῦ
.
Verse: 27
Ποῦ
οὖν
ἡ
καύχησις
;
ἐξεκλείσϑη
.
διὰ
ποίου
νόμου
;
τῶν
ἔργων
;
οὐχί
,
ἀλλὰ
διὰ
νόμου
πίστεως
.
Verse: 28
λογιζόμεϑα
γὰρ
δικαιοῦσϑαι
πίστει
ἄνϑρωπον
χωρὶς
ἔργων
νόμου
.
Verse: 29
ἢ
᾽Ιουδαίων
ὁ
ϑεὸς
μόνον
;
οὐχὶ
καὶ
ἐϑνῶν
;
ναὶ
καὶ
ἐϑνῶν
,
Verse: 30
εἴπερ
εἷς
ὁ
ϑεός
,
ὃς
δικαιώσει
περιτομὴν
ἐκ
πίστεως
καὶ
ἀκροβυστίαν
διὰ
τῆς
πίστεως
.
Verse: 31
νόμον
οὖν
καταργοῦμεν
διὰ
τῆς
πίστεως
;
μὴ
γένοιτο
,
ἀλλὰ
νόμον
ἱστάνομεν
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.