TITUS
Novum Testamentum graece
Part No. 47
Previous part

Chapter: 3 
Verse: 1    ᾽Εν ἔτει δὲ πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς ᾽Ιουδαίας, καὶ τετρααρχοῦντος τῆς Γαλιλαίας ῾Ηρῴδου, Φιλίππου δὲ τοῦ ἀδελϕοῦ αὐτοῦ τετρααρχοῦντος τῆς ᾽Ιτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς ᾽Αβιληνῆς τετρααρχοῦντος,
Verse: 2    
ἐπὶ ἀρχιερέως ῞Αννα καὶ Καϊάϕα, ἐγένετο ῥῆμα θεοῦ ἐπὶ ᾽Ιωάννην τὸν Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ.
Verse: 3    
καὶ ἦλθεν εἰς πᾶσαν [τὴν] περίχωρον τοῦ ᾽Ιορδάνου κηρύσσων βάπτισμα μετανοίας εἰς ἄϕεσιν ἁμαρτιῶν,
Verse: 4    
ὡς γέγραπται ἐν βίβλῳ λόγων ᾽Ησαίου τοῦ προϕήτου, Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ῾Ετοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
Verse: 5    
πᾶσα ϕάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθείαν καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας·
Verse: 6    
καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ.
Verse: 7    
῎Ελεγεν οὖν τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ, Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν ϕυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
Verse: 8    
ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας· καὶ μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς, Πατέρα ἔχομεν τὸν ᾽Αβραάμ, λέγω γὰρ ὑμῖν ὅτι δύναται θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ ᾽Αβραάμ.
Verse: 9    
ἤδη δὲ καὶ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται· πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
Verse: 10    
Καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι λέγοντες, Τί οὖν ποιήσωμεν;
Verse: 11    
ἀποκριθεὶς δὲ ἔλεγεν αὐτοῖς, ῾Ο ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι, καὶ ἔχων βρώματα ὁμοίως ποιείτω.
Verse: 12    
ἦλθον δὲ καὶ τελῶναι βαπτισθῆναι καὶ εἶπαν πρὸς αὐτόν, Διδάσκαλε, τί ποιήσωμεν;
Verse: 13    
δὲ εἶπεν πρὸς αὐτούς, Μηδὲν πλέον παρὰ τὸ διατεταγμένον ὑμῖν πράσσετε.
Verse: 14    
ἐπηρώτων δὲ αὐτὸν καὶ στρατευόμενοι λέγοντες, Τί ποιήσωμεν καὶ ἡμεῖς; καὶ εἶπεν αὐτοῖς, Μηδένα διασείσητε μηδὲ συκοϕαντήσητε, καὶ ἀρκεῖσθε τοῖς ὀψωνίοις ὑμῶν.
Verse: 15    
Προσδοκῶντος δὲ τοῦ λαοῦ καὶ διαλογιζομένων πάντων ἐν ταῖς καρδίαις αὐτῶν περὶ τοῦ ᾽Ιωάννου, μήποτε αὐτὸς εἴη Χριστός,
Verse: 16    
ἀπεκρίνατο λέγων πᾶσιν ᾽Ιωάννης, ᾽Εγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
Verse: 17    
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ διακαθᾶραι τὴν ἅλωνα αὐτοῦ καὶ συναγαγεῖν τὸν σῖτον εἰς τὴν ἀποθήκην αὐτοῦ, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
Verse: 18    
Πολλὰ μὲν οὖν καὶ ἕτερα παρακαλῶν εὐηγγελίζετο τὸν λαόν·
Verse: 19    
δὲ ῾Ηρῴδης τετραάρχης, ἐλεγχόμενος ὑπ' αὐτοῦ περὶ ῾Ηρῳδιάδος τῆς γυναικὸς τοῦ ἀδελϕοῦ αὐτοῦ καὶ περὶ πάντων ὧν ἐποίησεν πονηρῶν ῾Ηρῴδης,
Verse: 20    
προσέθηκεν καὶ τοῦτο ἐπὶ πᾶσιν, κατέκλεισεν τὸν ᾽Ιωάννην ἐν ϕυλακῇ.
Verse: 21    
᾽Εγένετο δὲ ἐν τῷ βαπτισθῆναι ἅπαντα τὸν λαὸν καὶ ᾽Ιησοῦ βαπτισθέντος καὶ προσευχομένου ἀνεῳχθῆναι τὸν οὐρανὸν
Verse: 22    
καὶ καταβῆναι τὸ πνεῦμα τὸ ἅγιον σωματικῷ εἴδει ὡς περιστερὰν ἐπ' αὐτόν, καὶ ϕωνὴν ἐξ οὐρανοῦ γενέσθαι, Σὺ εἶ υἱός μου ἀγαπητός, ἐν σοὶ εὐδόκησα.
Verse: 23    
Καὶ αὐτὸς ἦν ᾽Ιησοῦς ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱός, ὡς ἐνομίζετο, ᾽Ιωσὴϕ τοῦ ᾽Ηλὶ
Verse: 24    
τοῦ Ματθὰτ τοῦ Λευὶ τοῦ Μελχὶ τοῦ ᾽Ιανναὶ τοῦ ᾽Ιωσὴϕ
Verse: 25    
τοῦ Ματταθίου τοῦ ᾽Αμὼς τοῦ Ναοὺμ τοῦ ῾Εσλὶ τοῦ Ναγγαὶ
Verse: 26    
τοῦ Μάαθ τοῦ Ματταθίου τοῦ Σεμεὶν τοῦ ᾽Ιωσὴχ τοῦ ᾽Ιωδὰ
Verse: 27    
τοῦ ᾽Ιωανὰν τοῦ ῾Ρησὰ τοῦ Ζοροβαβὲλ τοῦ Σαλαθιὴλ τοῦ Νηρὶ
Verse: 28    
τοῦ Μελχὶ τοῦ ᾽Αδδὶ τοῦ Κωσὰμ τοῦ ᾽Ελμαδὰμ τοῦ ῍Ηρ
Verse: 29    
τοῦ ᾽Ιησοῦ τοῦ ᾽Ελιέζερ τοῦ ᾽Ιωρὶμ τοῦ Ματθὰτ τοῦ Λευὶ
Verse: 30    
τοῦ Συμεὼν τοῦ ᾽Ιούδα τοῦ ᾽Ιωσὴϕ τοῦ ᾽Ιωνὰμ τοῦ ᾽Ελιακὶμ
Verse: 31    
τοῦ Μελεὰ τοῦ Μεννὰ τοῦ Ματταθὰ τοῦ Ναθὰμ τοῦ Δαυὶδ
Verse: 32    
τοῦ ᾽Ιεσσαὶ τοῦ ᾽Ιωβὴδ τοῦ Βόος τοῦ Σαλὰ τοῦ Ναασσὼν
Verse: 33    
τοῦ ᾽Αμιναδὰβ τοῦ ᾽Αδμὶν τοῦ ᾽Αρνὶ τοῦ ῾Εσρὼμ τοῦ Φάρες τοῦ ᾽Ιούδα
Verse: 34    
τοῦ ᾽Ιακὼβ τοῦ ᾽Ισαὰκ τοῦ ᾽Αβραὰμ τοῦ Θάρα τοῦ Ναχὼρ
Verse: 35    
τοῦ Σεροὺχ τοῦ ῾Ραγαὺ τοῦ Φάλεκ τοῦ ῎Εβερ τοῦ Σαλὰ
Verse: 36    
τοῦ Καϊνὰμ τοῦ ᾽Αρϕαξὰδ τοῦ Σὴμ τοῦ Νῶε τοῦ Λάμεχ
Verse: 37    
τοῦ Μαθουσαλὰ τοῦ ῾Ενὼχ τοῦ ᾽Ιάρετ τοῦ Μαλελεὴλ τοῦ Καϊνὰμ
Verse: 38    
τοῦ ᾽Ενὼς τοῦ Σὴθ τοῦ ᾽Αδὰμ τοῦ θεοῦ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.