TITUS
Novum Testamentum graece
Part No. 45
Previous part

Book: Lk. 
ΚΑΤΑ ΛΟΥΚΑΝ

Euangelium secundum Lucam




Chapter: 1 
Verse: 1    ᾽Επειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροϕορημένων ἐν ἡμῖν πραγμάτων,
Verse: 2    
καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,
Verse: 3    
ἔδοξε κἀμοὶ παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς καθεξῆς σοι γράψαι, κράτιστε Θεόϕιλε,
Verse: 4    
ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσϕάλειαν.
Verse: 5    
᾽Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου βασιλέως τῆς ᾽Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐϕημερίας ᾽Αβιά, καὶ γυνὴ αὐτῷ ἐκ τῶν θυγατέρων ᾽Ααρών, καὶ τὸ ὄνομα αὐτῆς ᾽Ελισάβετ.
Verse: 6    
ἦσαν δὲ δίκαιοι ἀμϕότεροι ἐναντίον τοῦ θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασιν τοῦ κυρίου ἄμεμπτοι.
Verse: 7    
καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἦν ᾽Ελισάβετ στεῖρα, καὶ ἀμϕότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.
Verse: 8    
᾽Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐϕημερίας αὐτοῦ ἔναντι τοῦ θεοῦ,
Verse: 9    
κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ κυρίου,
Verse: 10    
καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος·
Verse: 11    
ὤϕθη δὲ αὐτῷ ἄγγελος κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.
Verse: 12    
καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ ϕόβος ἐπέπεσεν ἐπ' αὐτόν.
Verse: 13    
εἶπεν δὲ πρὸς αὐτὸν ἄγγελος, Μὴ ϕοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη δέησίς σου, καὶ γυνή σου ᾽Ελισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιωάννην.
Verse: 14    
καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γενέσει αὐτοῦ χαρήσονται·
Verse: 15    
ἔσται γὰρ μέγας ἐνώπιον [τοῦ] κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ, καὶ πνεύματος ἁγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,
Verse: 16    
καὶ πολλοὺς τῶν υἱῶν ᾽Ισραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν.
Verse: 17    
καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ᾽Ηλίου, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνακαὶ ἀπειθεῖς ἐν ϕρονήσει δικαίων, ἑτοιμάσαι κυρίῳ λαὸν κατεσκευασμένον.
Verse: 18    
Καὶ εἶπεν Ζαχαρίας πρὸς τὸν ἄγγελον, Κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.
Verse: 19    
καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῷ, ᾽Εγώ εἰμι Γαβριὴλ παρεστηκὼς ἐνώπιον τοῦ θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρὸς σὲ καὶ εὐαγγελίσασθαί σοι ταῦτα·
Verse: 20    
καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ' ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.
Verse: 21    
Καὶ ἦν λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν ἐν τῷ ναῷ αὐτόν.
Verse: 22    
ἐξελθὼν δὲ οὐκ ἐδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενεν κωϕός.
Verse: 23    
καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.
Verse: 24    
Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ᾽Ελισάβετ γυνὴ αὐτοῦ· καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα
Verse: 25    
ὅτι Οὕτως μοι πεποίηκεν κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀϕελεῖν ὄνειδός μου ἐν ἀνθρώποις.
Verse: 26    
᾽Εν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ ἀπὸ τοῦ θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας ὄνομα Ναζαρὲθ
Verse: 27    
πρὸς παρθένον ἐμνηστευμένην ἀνδρὶ ὄνομα ᾽Ιωσὴϕ ἐξ οἴκου Δαυίδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ.
Verse: 28    
καὶ εἰσελθὼν πρὸς αὐτὴν εἶπεν, Χαῖρε, κεχαριτωμένη, κύριος μετὰ σοῦ.
Verse: 29    
δὲ ἐπὶ τῷ λόγῳ διεταράχθη καὶ διελογίζετο ποταπὸς εἴη ἀσπασμὸς οὗτος.
Verse: 30    
καὶ εἶπεν ἄγγελος αὐτῇ, Μὴ ϕοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ·
Verse: 31    
καὶ ἰδοὺ συλλήμψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾽Ιησοῦν.
Verse: 32    
οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ,
Verse: 33    
καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον ᾽Ιακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.
Verse: 34    
εἶπεν δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω;
Verse: 35    
καὶ ἀποκριθεὶς ἄγγελος εἶπεν αὐτῇ, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται, υἱὸς θεοῦ.
Verse: 36    
καὶ ἰδοὺ ᾽Ελισάβετ συγγενίς σου καὶ αὐτὴ συνείληϕεν υἱὸν ἐν γήρει αὐτῆς, καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ·
Verse: 37    
ὅτι οὐκ ἀδυνατήσει παρὰ τοῦ θεοῦ πᾶν ῥῆμα.
Verse: 38    
εἶπεν δὲ Μαριάμ, ᾽Ιδοὺ δούλη κυρίου· γένοιτό μοι κατὰ τὸ ῥῆμά σου. καὶ ἀπῆλθεν ἀπ' αὐτῆς ἄγγελος.
Verse: 39    
᾽Αναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν ᾽Ιούδα,
Verse: 40    
καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν ᾽Ελισάβετ.
Verse: 41    
καὶ ἐγένετο ὡς ἤκουσεν τὸν ἀσπασμὸν τῆς Μαρίας ᾽Ελισάβετ, ἐσκίρτησεν τὸ βρέϕος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη πνεύματος ἁγίου ᾽Ελισάβετ,
Verse: 42    
καὶ ἀνεϕώνησεν κραυγῇ μεγάλῃ καὶ εἶπεν, Εὐλογημένη σὺ ἐν γυναιξίν, καὶ εὐλογημένος καρπὸς τῆς κοιλίας σου.
Verse: 43    
καὶ πόθεν μοι τοῦτο ἵνα ἔλθῃ μήτηρ τοῦ κυρίου μου πρὸς ἐμέ;
Verse: 44    
ἰδοὺ γὰρ ὡς ἐγένετο ϕωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέϕος ἐν τῇ κοιλίᾳ μου.
Verse: 45    
καὶ μακαρία πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ κυρίου.
Verse: 46    
Καὶ εἶπεν Μαριάμ, Μεγαλύνει ψυχή μου τὸν κύριον,
Verse: 47    
καὶ ἠγαλλίασεντὸ πνεῦμά μου ἐπὶ τῷ θεῷ τῷ σωτῆρί μου,
Verse: 48    
ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσίν με πᾶσαι αἱ γενεαί·
Verse: 49    
ὅτι ἐποίησέν μοι μεγάλα δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ,
Verse: 50    
καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰς καὶ γενεὰς τοῖς ϕοβουμένοις αὐτόν.
Verse: 51    
᾽Εποίησεν κράτος ἐν βραχίονι αὐτοῦ, διεσκόρπισεν ὑπερηϕάνους διανοίᾳ καρδίας αὐτῶν·
Verse: 52    
καθεῖλεν δυνάστας ἀπὸ θρόνων καὶ ὕψωσεν ταπεινούς,
Verse: 53    
πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουτοῦντας ἐξαπέστειλεν κενούς.
Verse: 54    
ἀντελάβετο ᾽Ισραὴλ παιδὸς αὐτοῦ, μνησθῆναι ἐλέους,
Verse: 55    
καθὼς ἐλάλησεν πρὸς τοὺς πατέρας ἡμῶν, τῷ ᾽Αβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ εἰς τὸν αἰῶνα.
Verse: 56    
῎Εμεινεν δὲ Μαριὰμ σὺν αὐτῇ ὡς μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Verse: 57    
Τῇ δὲ ᾽Ελισάβετ ἐπλήσθη χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.
Verse: 58    
καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνεν κύριος τὸ ἔλεος αὐτοῦ μετ' αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.
Verse: 59    
Καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.
Verse: 60    
καὶ ἀποκριθεῖσα μήτηρ αὐτοῦ εἶπεν, Οὐχί, ἀλλὰ κληθήσεται ᾽Ιωάννης.
Verse: 61    
καὶ εἶπαν πρὸς αὐτὴν ὅτι Οὐδείς ἐστιν ἐκ τῆς συγγενείας σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ.
Verse: 62    
ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτό.
Verse: 63    
καὶ αἰτήσας πινακίδιον ἔγραψεν λέγων, ᾽Ιωάννης ἐστὶν ὄνομα αὐτοῦ. καὶ ἐθαύμασαν πάντες.
Verse: 64    
ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν θεόν.
Verse: 65    
καὶ ἐγένετο ἐπὶ πάντας ϕόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾽Ιουδαίας διελαλεῖτο πάντα τὰ ῥήματα ταῦτα,
Verse: 66    
καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν, λέγοντες, Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ γὰρ χεὶρ κυρίου ἦν μετ' αὐτοῦ.
Verse: 67    
Καὶ Ζαχαρίας πατὴρ αὐτοῦ ἐπλήσθη πνεύματος ἁγίου καὶ ἐπροϕήτευσεν λέγων,
Verse: 68    
Εὐλογητὸς κύριος θεὸς τοῦ ᾽Ισραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησεν λύτρωσιν τῷ λαῷ αὐτοῦ,
Verse: 69    
καὶ ἤγειρεν κέρας σωτηρίας ἡμῖν ἐν οἴκῳ Δαυὶδ παιδὸς αὐτοῦ,
Verse: 70    
καθὼς ἐλάλησεν διὰ στόματος τῶν ἁγίων ἀπ' αἰῶνος προϕητῶν αὐτοῦ,
Verse: 71    
σωτηρίαν ἐξ ἐχθρῶν ἡμῶν καὶ ἐκ χειρὸς πάντων τῶν μισούντων ἡμᾶς·
Verse: 72    
ποιῆσαι ἔλεος μετὰ τῶν πατέρων ἡμῶν καὶ μνησθῆναι διαθήκης ἁγίας αὐτοῦ,
Verse: 73    
ὅρκον ὃν ὤμοσεν πρὸς ᾽Αβραὰμ τὸν πατέρα ἡμῶν, τοῦ δοῦναι ἡμῖν
Verse: 74    
ἀϕόβως ἐκ χειρὸς ἐχθρῶν ῥυσθέντας λατρεύειν αὐτῷ
Verse: 75    
ἐν ὁσιότητι καὶ δικαιοσύνῃ ἐνώπιον αὐτοῦ πάσαις ταῖς ἡμέραις ἡμῶν.
Verse: 76    
Καὶ σὺ δέ, παιδίον, προϕήτης ὑψίστου κληθήσῃ, προπορεύσῃ γὰρ ἐνώπιον κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ,
Verse: 77    
τοῦ δοῦναι γνῶσιν σωτηρίας τῷ λαῷ αὐτοῦ ἐν ἀϕέσει ἁμαρτιῶν αὐτῶν,
Verse: 78    
διὰ σπλάγχνα ἐλέους θεοῦ ἡμῶν, ἐν οἷς ἐπισκέψεται ἡμᾶς ἀνατολὴ ἐξ ὕψους,
Verse: 79    
ἐπιϕᾶναι τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις, τοῦ κατευθῦναι τοὺς πόδας ἡμῶν εἰς ὁδὸν εἰρήνης.
Verse: 80    
Τὸ δὲ παιδίον ηὔξανεν καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾽Ισραήλ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.