TITUS
Novum Testamentum graece
Part No. 38
Previous part

Chapter: 10 
Verse: 1    Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς ᾽Ιουδαίας [καὶ] πέραν τοῦ ᾽Ιορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.
Verse: 2    
καὶ [προσελθόντες Φαρισαῖοι] ἐπηρώτων αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν.
Verse: 3    
δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς;
Verse: 4    
οἱ δὲ εἶπαν, ᾽Επέτρεψεν Μωϋσῆς βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι.
Verse: 5    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην.
Verse: 6    
ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς·
Verse: 7    
ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα [καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ],
Verse: 8    
καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ.
Verse: 9    
οὖν θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.
Verse: 10    
Καὶ εἰς τὴν οἰκίαν πάλιν οἱ μαθηταὶ περὶ τούτου ἐπηρώτων αὐτόν.
Verse: 11    
καὶ λέγει αὐτοῖς, ῝Ος ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπ' αὐτήν,
Verse: 12    
καὶ ἐὰν αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον μοιχᾶται.
Verse: 13    
Καὶ προσέϕερον αὐτῷ παιδία ἵνα αὐτῶν ἅψηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
Verse: 14    
ἰδὼν δὲ ᾽Ιησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς, ῎Αϕετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν βασιλεία τοῦ θεοῦ.
Verse: 15    
ἀμὴν λέγω ὑμῖν, ὃς ἂν μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.
Verse: 16    
καὶ ἐναγκαλισάμενος αὐτὰ κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπ' αὐτά.
Verse: 17    
Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν, Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω;
Verse: 18    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς θεός.
Verse: 19    
τὰς ἐντολὰς οἶδας· Μὴ ϕονεύσῃς, Μὴ μοιχεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
Verse: 20    
δὲ ἔϕη αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐϕυλαξάμην ἐκ νεότητός μου.
Verse: 21    
δὲ ᾽Ιησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτὸν καὶ εἶπεν αὐτῷ, ῞Εν σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς [τοῖς] πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει μοι.
Verse: 22    
δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
Verse: 23    
Καὶ περιβλεψάμενος ᾽Ιησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ, Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται.
Verse: 24    
οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. δὲ ᾽Ιησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς, Τέκνα, πῶς δύσκολόν ἐστιν εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν·
Verse: 25    
εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυμαλιᾶς ῥαϕίδος διελθεῖν πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.
Verse: 26    
οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ἑαυτούς, Καὶ τίς δύναται σωθῆναι;
Verse: 27    
ἐμβλέψας αὐτοῖς ᾽Ιησοῦς λέγει, Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλ' οὐ παρὰ θεῷ, πάντα γὰρ δυνατὰ παρὰ τῷ θεῷ.
Verse: 28    
῎Ηρξατο λέγειν Πέτρος αὐτῷ, ᾽Ιδοὺ ἡμεῖς ἀϕήκαμεν πάντα καὶ ἠκολουθήκαμέν σοι.
Verse: 29    
ἔϕη ᾽Ιησοῦς, ᾽Αμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀϕῆκεν οἰκίαν ἀδελϕοὺς ἀδελϕὰς μητέρα πατέρα τέκνα ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου,
Verse: 30    
ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελϕοὺς καὶ ἀδελϕὰς καὶ μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.
Verse: 31    
πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ [οἱ] ἔσχατοι πρῶτοι.
Verse: 32    
῏Ησαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς ῾Ιεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ᾽Ιησοῦς, καὶ ἐθαμβοῦντο, οἱ δὲ ἀκολουθοῦντες ἐϕοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν,
Verse: 33    
ὅτι ᾽Ιδοὺ ἀναβαίνομεν εἰς ῾Ιεροσόλυμα, καὶ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν
Verse: 34    
καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν καὶ ἀποκτενοῦσιν, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστήσεται.
Verse: 35    
Καὶ προσπορεύονται αὐτῷ ᾽Ιάκωβος καὶ ᾽Ιωάννης οἱ υἱοὶ Ζεβεδαίου λέγοντες αὐτῷ, Διδάσκαλε, θέλομεν ἵνα ἐὰν αἰτήσωμέν σε ποιήσῃς ἡμῖν.
Verse: 36    
δὲ εἶπεν αὐτοῖς, Τί θέλετέ [με] ποιήσω ὑμῖν;
Verse: 37    
οἱ δὲ εἶπαν αὐτῷ, Δὸς ἡμῖν ἵνα εἷς σου ἐκ δεξιῶν καὶ εἷς ἐξ ἀριστερῶν καθίσωμεν ἐν τῇ δόξῃ σου.
Verse: 38    
δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Οὐκ οἴδατε τί αἰτεῖσθε. δύνασθε πιεῖν τὸ ποτήριον ἐγὼ πίνω, τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθῆναι;
Verse: 39    
οἱ δὲ εἶπαν αὐτῷ, Δυνάμεθα. δὲ ᾽Ιησοῦς εἶπεν αὐτοῖς, Τὸ ποτήριον ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε,
Verse: 40    
τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται.
Verse: 41    
Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ ᾽Ιακώβου καὶ ᾽Ιωάννου.
Verse: 42    
καὶ προσκαλεσάμενος αὐτοὺς ᾽Ιησοῦς λέγει αὐτοῖς, Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν.
Verse: 43    
οὐχ οὕτως δέ ἐστιν ἐν ὑμῖν· ἀλλ' ὃς ἂν θέλῃ μέγας γενέσθαι ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος,
Verse: 44    
καὶ ὃς ἂν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος, ἔσται πάντων δοῦλος·
Verse: 45    
καὶ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
Verse: 46    
Καὶ ἔρχονται εἰς ᾽Ιεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ ᾽Ιεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ υἱὸς Τιμαίου Βαρτιμαῖος τυϕλὸς ἐκάθητο παρὰ τὴν ὁδὸν προσαιτῶν.
Verse: 47    
καὶ ἀκούσας ὅτι ᾽Ιησοῦς Ναζαρηνός ἐστιν ἤρξατο κράζειν καὶ λέγειν, Υἱὲ Δαυὶδ ᾽Ιησοῦ, ἐλέησόν με.
Verse: 48    
καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· δὲ πολλῷ μᾶλλον ἔκραζεν, Υἱὲ Δαυίδ, ἐλέησόν με.
Verse: 49    
καὶ στὰς ᾽Ιησοῦς εἶπεν, Φωνήσατε αὐτόν. καὶ ϕωνοῦσιν τὸν τυϕλὸν λέγοντες αὐτῷ, Θάρσει, ἔγειρε, ϕωνεῖ σε.
Verse: 50    
δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ἀναπηδήσας ἦλθεν πρὸς τὸν ᾽Ιησοῦν.
Verse: 51    
καὶ ἀποκριθεὶς αὐτῷ ᾽Ιησοῦς εἶπεν, Τί σοι θέλεις ποιήσω; δὲ τυϕλὸς εἶπεν αὐτῷ, Ραββουνι, ἵνα ἀναβλέψω.
Verse: 52    
καὶ ᾽Ιησοῦς εἶπεν αὐτῷ, ῞Υπαγε, πίστις σου σέσωκέν σε. καὶ εὐθὺς ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.