TITUS
Novum Testamentum graece
Part No. 34
Previous part

Chapter: 6 
Verse: 1    Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ἔρχεται εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
Verse: 2    
καὶ γενομένου σαββάτου ἤρξατο διδάσκειν ἐν τῇ συναγωγῇ· καὶ πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες, Πόθεν τούτῳ ταῦτα, καὶ τίς σοϕία δοθεῖσα τούτῳ ἵνα καὶ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ γίνωνται;
Verse: 3    
οὐχ οὗτός ἐστιν τέκτων, υἱὸς τῆς Μαρίας καὶ ἀδελϕὸς ᾽Ιακώβου καὶ ᾽Ιωσῆτος καὶ ᾽Ιούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελϕαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ.
Verse: 4    
καὶ ἔλεγεν αὐτοῖς ᾽Ιησοῦς ὅτι Οὐκ ἔστιν προϕήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς συγγενεῦσιν αὐτοῦ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
Verse: 5    
καὶ οὐκ ἐδύνατο ἐκεῖ ποιῆσαι οὐδεμίαν δύναμιν, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν·
Verse: 6    
καὶ ἐθαύμαζεν διὰ τὴν ἀπιστίαν αὐτῶν.
   
/ Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων.
Verse: 7    
καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων·
Verse: 8    
καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν ἄρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ἄρτον, μὴ πήραν, μὴ εἰς τὴν ζώνην χαλκόν,
Verse: 9    
ἀλλὰ ὑποδεδεμένους σανδάλια καὶ μὴ ἐνδύσασθαι δύο χιτῶνας.
Verse: 10    
καὶ ἔλεγεν αὐτοῖς, ῞Οπου ἐὰν εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν.
Verse: 11    
καὶ ὃς ἂν τόπος μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς.
Verse: 12    
Καὶ ἐξελθόντες ἐκήρυξαν ἵνα μετανοῶσιν,
Verse: 13    
καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειϕον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
Verse: 14    
Καὶ ἤκουσεν βασιλεὺς ῾Ηρῴδης, ϕανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ἔλεγον ὅτι ᾽Ιωάννης βαπτίζων ἐγήγερται ἐκ νεκρῶν, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ.
Verse: 15    
ἄλλοι δὲ ἔλεγον ὅτι ᾽Ηλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι προϕήτης ὡς εἷς τῶν προϕητῶν.
Verse: 16    
ἀκούσας δὲ ῾Ηρῴδης ἔλεγεν, ῝Ον ἐγὼ ἀπεκεϕάλισα ᾽Ιωάννην, οὗτος ἠγέρθη.
Verse: 17    
Αὐτὸς γὰρ ῾Ηρῴδης ἀποστείλας ἐκράτησεν τὸν ᾽Ιωάννην καὶ ἔδησεν αὐτὸν ἐν ϕυλακῇ διὰ ῾Ηρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελϕοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν·
Verse: 18    
ἔλεγεν γὰρ ᾽Ιωάννης τῷ ῾Ηρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελϕοῦ σου.
Verse: 19    
δὲ ῾Ηρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο·
Verse: 20    
γὰρ ῾Ηρῴδης ἐϕοβεῖτο τὸν ᾽Ιωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ἐποίει, καὶ ἡδέως αὐτοῦ ἤκουεν.
Verse: 21    
Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε ῾Ηρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ἐποίησεν τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
Verse: 22    
καὶ εἰσελθούσης τῆς θυγατρὸς αὐτοῦ ῾Ηρῳδιάδος καὶ ὀρχησαμένης, ἤρεσεν τῷ ῾Ηρῴδῃ καὶ τοῖς συνανακειμένοις. εἶπεν βασιλεὺς τῷ κορασίῳ, Αἴτησόν με ἐὰν θέλῃς, καὶ δώσω σοι·
Verse: 23    
καὶ ὤμοσεν αὐτῇ [πολλά], ῞Ο τι ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου.
Verse: 24    
καὶ ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς, Τί αἰτήσωμαι; δὲ εἶπεν, Τὴν κεϕαλὴν ᾽Ιωάννου τοῦ βαπτίζοντος.
Verse: 25    
καὶ εἰσελθοῦσα εὐθὺς μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα, Θέλω ἵνα ἐξαυτῆς δῷς μοι ἐπὶ πίνακι τὴν κεϕαλὴν ᾽Ιωάννου τοῦ βαπτιστοῦ.
Verse: 26    
καὶ περίλυπος γενόμενος βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ἀνακειμένους οὐκ ἠθέλησεν ἀθετῆσαι αὐτήν·
Verse: 27    
καὶ εὐθὺς ἀποστείλας βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ἐνέγκαι τὴν κεϕαλὴν αὐτοῦ. καὶ ἀπελθὼν ἀπεκεϕάλισεν αὐτὸν ἐν τῇ ϕυλακῇ
Verse: 28    
καὶ ἤνεγκεν τὴν κεϕαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς.
Verse: 29    
καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
Verse: 30    
Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν ᾽Ιησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ πάντα ὅσα ἐποιήσαν καὶ ὅσα ἐδίδαξαν.
Verse: 31    
καὶ λέγει αὐτοῖς, Δεῦτε ὑμεῖς αὐτοὶ κατ' ἰδίαν εἰς ἔρημον τόπον καὶ ἀναπαύσασθε ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ ϕαγεῖν εὐκαίρουν.
Verse: 32    
καὶ ἀπῆλθον ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον κατ' ἰδίαν.
Verse: 33    
καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ἐπέγνωσαν πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον αὐτούς.
Verse: 34    
καὶ ἐξελθὼν εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ' αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά.
Verse: 35    
Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες [αὐτῷ] οἱ μαθηταὶ αὐτοῦ ἔλεγον ὅτι ῎Ερημός ἐστιν τόπος, καὶ ἤδη ὥρα πολλή·
Verse: 36    
ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς τί ϕάγωσιν.
Verse: 37    
δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Δότε αὐτοῖς ὑμεῖς ϕαγεῖν. καὶ λέγουσιν αὐτῷ, ᾽Απελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ δώσωμεν αὐτοῖς ϕαγεῖν;
Verse: 38    
δὲ λέγει αὐτοῖς, Πόσους ἄρτους ἔχετε; ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν, Πέντε, καὶ δύο ἰχθύας.
Verse: 39    
καὶ ἐπέταξεν αὐτοῖς ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ.
Verse: 40    
καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ κατὰ ἑκατὸν καὶ κατὰ πεντήκοντα.
Verse: 41    
καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς [αὐτοῦ] ἵνα παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.
Verse: 42    
καὶ ἔϕαγον πάντες καὶ ἐχορτάσθησαν·
Verse: 43    
καὶ ἦραν κλάσματα δώδεκα κοϕίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων.
Verse: 44    
καὶ ἦσαν οἱ ϕαγόντες [τοὺς ἄρτους] πεντακισχίλιοι ἄνδρες.
Verse: 45    
Καὶ εὐθὺς ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν εἰς τὸ πέραν πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ἀπολύει τὸν ὄχλον.
Verse: 46    
καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
Verse: 47    
καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
Verse: 48    
καὶ ἰδὼν αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ἄνεμος ἐναντίος αὐτοῖς, περὶ τετάρτην ϕυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς.
Verse: 49    
οἱ δὲ ἰδόντες αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα ἔδοξαν ὅτι ϕάντασμά ἐστιν, καὶ ἀνέκραξαν·
Verse: 50    
πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. δὲ εὐθὺς ἐλάλησεν μετ' αὐτῶν, καὶ λέγει αὐτοῖς, Θαρσεῖτε, ἐγώ εἰμι· μὴ ϕοβεῖσθε.
Verse: 51    
καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ἄνεμος. καὶ λίαν [ἐκ περισσοῦ] ἐν ἑαυτοῖς ἐξίσταντο,
Verse: 52    
οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ἀλλ' ἦν αὐτῶν καρδία πεπωρωμένη.
Verse: 53    
Καὶ διαπεράσαντες ἐπὶ τὴν γῆν ἦλθον εἰς Γεννησαρὲτ καὶ προσωρμίσθησαν.
Verse: 54    
καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου εὐθὺς ἐπιγνόντες αὐτὸν
Verse: 55    
περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιϕέρειν ὅπου ἤκουον ὅτι ἐστίν.
Verse: 56    
καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας εἰς πόλεις εἰς ἀγροὺς ἐν ταῖς ἀγοραῖς ἐτίθεσαν τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ἥψαντο αὐτοῦ ἐσῴζοντο.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 30.11.2024. No parts of this document may be republished in any form without prior permission by the copyright holder.