TITUS
Novum Testamentum graece
Part No. 16
Chapter: 16
Verse: 1
Καὶ
προσελϑόντες
οἱ
Φαρισαῖοι
καὶ
Σαδδουκαῖοι
πειράζοντες
ἐπηρώτησαν
αὐτὸν
σημεῖον
ἐκ
τοῦ
οὐρανοῦ
ἐπιδεῖξαι
αὐτοῖς
.
Verse: 2
ὁ
δὲ
ἀποκριϑεὶς
εἶπεν
αὐτοῖς
,
[᾽Οψίας
γενομένης
λέγετε
,
Εὐδία
,
πυρράζει
γὰρ
ὁ
οὐρανός
·
Verse: 3
καὶ
πρωί
,
Σήμερον
χειμών
,
πυρράζει
γὰρ
στυγνάζων
ὁ
οὐρανός
.
τὸ
μὲν
πρόσωπον
τοῦ
οὐρανοῦ
γινώσκετε
διακρίνειν
,
τὰ
δὲ
σημεῖα
τῶν
καιρῶν
οὐ
δύνασϑε
.]
Verse: 4
Γενεὰ
πονηρὰ
καὶ
μοιχαλὶς
σημεῖον
ἐπιζητεῖ
,
καὶ
σημεῖον
οὐ
δοϑήσεται
αὐτῇ
εἰ
μὴ
τὸ
σημεῖον
᾽Ιωνᾶ
.
καὶ
καταλιπὼν
αὐτοὺς
ἀπῆλϑεν
.
Verse: 5
Καὶ
ἐλϑόντες
οἱ
μαϑηταὶ
εἰς
τὸ
πέραν
ἐπελάϑοντο
ἄρτους
λαβεῖν
.
Verse: 6
ὁ
δὲ
᾽Ιησοῦς
εἶπεν
αὐτοῖς
,
῾Ορᾶτε
καὶ
προσέχετε
ἀπὸ
τῆς
ζύμης
τῶν
Φαρισαίων
καὶ
Σαδδουκαίων
.
Verse: 7
οἱ
δὲ
διελογίζοντο
ἐν
ἑαυτοῖς
λέγοντες
ὅτι
῎Αρτους
οὐκ
ἐλάβομεν
.
Verse: 8
γνοὺς
δὲ
ὁ
᾽Ιησοῦς
εἶπεν
,
Τί
διαλογίζεσϑε
ἐν
ἑαυτοῖς
,
ὀλιγόπιστοι
,
ὅτι
ἄρτους
οὐκ
ἔχετε
;
Verse: 9
οὔπω
νοεῖτε
,
οὐδὲ
μνημονεύετε
τοὺς
πέντε
ἄρτους
τῶν
πεντακισχιλίων
καὶ
πόσους
κοϕίνους
ἐλάβετε
;
Verse: 10
οὐδὲ
τοὺς
ἑπτὰ
ἄρτους
τῶν
τετρακισχιλίων
καὶ
πόσας
σπυρίδας
ἐλάβετε
;
Verse: 11
πῶς
οὐ
νοεῖτε
ὅτι
οὐ
περὶ
ἄρτων
εἶπον
ὑμῖν
;
προσέχετε
δὲ
ἀπὸ
τῆς
ζύμης
τῶν
Φαρισαίων
καὶ
Σαδδουκαίων
.
Verse: 12
τότε
συνῆκαν
ὅτι
οὐκ
εἶπεν
προσέχειν
ἀπὸ
τῆς
ζύμης
[τῶν
ἄρτων]
ἀλλὰ
ἀπὸ
τῆς
διδαχῆς
τῶν
Φαρισαίων
καὶ
Σαδδουκαίων
.
Verse: 13
᾽Ελϑὼν
δὲ
ὁ
᾽Ιησοῦς
εἰς
τὰ
μέρη
Καισαρείας
τῆς
Φιλίππου
ἠρώτα
τοὺς
μαϑητὰς
αὐτοῦ
λέγων
,
Τίνα
λέγουσιν
οἱ
ἄνϑρωποι
εἶναι
τὸν
υἱὸν
τοῦ
ἀνϑρώπου
;
Verse: 14
οἱ
δὲ
εἶπαν
,
Οἱ
μὲν
᾽Ιωάννην
τὸν
βαπτιστήν
,
ἄλλοι
δὲ
᾽Ηλίαν
,
ἕτεροι
δὲ
᾽Ιερεμίαν
ἢ
ἕνα
τῶν
προϕητῶν
.
Verse: 15
λέγει
αὐτοῖς
,
῾Υμεῖς
δὲ
τίνα
με
λέγετε
εἶναι
;
Verse: 16
ἀποκριϑεὶς
δὲ
Σίμων
Πέτρος
εἶπεν
,
Σὺ
εἶ
ὁ
Χριστὸς
ὁ
υἱὸς
τοῦ
ϑεοῦ
τοῦ
ζῶντος
.
Verse: 17
ἀποκριϑεὶς
δὲ
ὁ
᾽Ιησοῦς
εἶπεν
αὐτῷ
,
Μακάριος
εἶ
,
Σίμων
Βαριωνᾶ
,
ὅτι
σὰρξ
καὶ
αἷμα
οὐκ
ἀπεκάλυψέν
σοι
ἀλλ
'
ὁ
πατήρ
μου
ὁ
ἐν
τοῖς
οὐρανοῖς
.
Verse: 18
κἀγὼ
δέ
σοι
λέγω
ὅτι
σὺ
εἶ
Πέτρος
,
καὶ
ἐπὶ
ταύτῃ
τῇ
πέτρᾳ
οἰκοδομήσω
μου
τὴν
ἐκκλησίαν
,
καὶ
πύλαι
ᾅδου
οὐ
κατισχύσουσιν
αὐτῆς
.
Verse: 19
δώσω
σοι
τὰς
κλεῖδας
τῆς
βασιλείας
τῶν
οὐρανῶν
,
καὶ
ὃ
ἐὰν
δήσῃς
ἐπὶ
τῆς
γῆς
ἔσται
δεδεμένον
ἐν
τοῖς
οὐρανοῖς
,
καὶ
ὃ
ἐὰν
λύσῃς
ἐπὶ
τῆς
γῆς
ἔσται
λελυμένον
ἐν
τοῖς
οὐρανοῖς
.
Verse: 20
τότε
διεστείλατο
τοῖς
μαϑηταῖς
ἵνα
μηδενὶ
εἴπωσιν
ὅτι
αὐτός
ἐστιν
ὁ
Χριστός
.
Verse: 21
᾽Απὸ
τότε
ἤρξατο
ὁ
᾽Ιησοῦς
δεικνύειν
τοῖς
μαϑηταῖς
αὐτοῦ
ὅτι
δεῖ
αὐτὸν
εἰς
῾Ιεροσόλυμα
ἀπελϑεῖν
καὶ
πολλὰ
παϑεῖν
ἀπὸ
τῶν
πρεσβυτέρων
καὶ
ἀρχιερέων
καὶ
γραμματέων
καὶ
ἀποκτανϑῆναι
καὶ
τῇ
τρίτῃ
ἡμέρᾳ
ἐγερϑῆναι
.
Verse: 22
καὶ
προσλαβόμενος
αὐτὸν
ὁ
Πέτρος
ἤρξατο
ἐπιτιμᾶν
αὐτῷ
λέγων
,
῞Ιλεώς
σοι
,
κύριε
·
οὐ
μὴ
ἔσται
σοι
τοῦτο
.
Verse: 23
ὁ
δὲ
στραϕεὶς
εἶπεν
τῷ
Πέτρῳ
,
῞Υπαγε
ὀπίσω
μου
,
Σατανᾶ
·
σκάνδαλον
εἶ
ἐμοῦ
,
ὅτι
οὐ
ϕρονεῖς
τὰ
τοῦ
ϑεοῦ
ἀλλὰ
τὰ
τῶν
ἀνϑρώπων
.
Verse: 24
Τότε
ὁ
᾽Ιησοῦς
εἶπεν
τοῖς
μαϑηταῖς
αὐτοῦ
,
Εἴ
τις
ϑέλει
ὀπίσω
μου
ἐλϑεῖν
,
ἀπαρνησάσϑω
ἑαυτὸν
καὶ
ἀράτω
τὸν
σταυρὸν
αὐτοῦ
καὶ
ἀκολουϑείτω
μοι
.
Verse: 25
ὃς
γὰρ
ἐὰν
ϑέλῃ
τὴν
ψυχὴν
αὐτοῦ
σῶσαι
ἀπολέσει
αὐτήν
·
ὃς
δ
'
ἂν
ἀπολέσῃ
τὴν
ψυχὴν
αὐτοῦ
ἕνεκεν
ἐμοῦ
εὑρήσει
αὐτήν
.
Verse: 26
τί
γὰρ
ὠϕεληϑήσεται
ἄνϑρωπος
ἐὰν
τὸν
κόσμον
ὅλον
κερδήσῃ
τὴν
δὲ
ψυχὴν
αὐτοῦ
ζημιωϑῇ
;
ἢ
τί
δώσει
ἄνϑρωπος
ἀντάλλαγμα
τῆς
ψυχῆς
αὐτοῦ
;
Verse: 27
μέλλει
γὰρ
ὁ
υἱὸς
τοῦ
ἀνϑρώπου
ἔρχεσϑαι
ἐν
τῇ
δόξῃ
τοῦ
πατρὸς
αὐτοῦ
μετὰ
τῶν
ἀγγέλων
αὐτοῦ
,
καὶ
τότε
ἀποδώσει
ἑκάστῳ
κατὰ
τὴν
πρᾶξιν
αὐτοῦ
.
Verse: 28
ἀμὴν
λέγω
ὑμῖν
ὅτι
εἰσίν
τινες
τῶν
ὧδε
ἑστώτων
οἵτινες
οὐ
μὴ
γεύσωνται
ϑανάτου
ἕως
ἂν
ἴδωσιν
τὸν
υἱὸν
τοῦ
ἀνϑρώπου
ἐρχόμενον
ἐν
τῇ
βασιλείᾳ
αὐτοῦ
.
This text is part of the
TITUS
edition of
Novum Testamentum graece
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.