TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 3
Previous part

Chapter: 3 
Verse: 1    ῾Ο δὲ ὄϕις ἦν ϕρονιμώτατος πάντων τῶν ϑηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησεν κύριος ϑεός· καὶ εἶπεν ὄϕις τῇ γυναικί Τί ὅτι εἶπεν ϑεός Οὐ μὴ ϕάγητε ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ;
Verse: 2    
καὶ εἶπεν γυνὴ τῷ ὄϕει ᾽Απὸ καρποῦ ξύλου τοῦ παραδείσου ϕαγόμεϑα,
Verse: 3    
ἀπὸ δὲ καρποῦ τοῦ ξύλου, ἐστιν ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ϑεός Οὐ ϕάγεσϑε ἀπ' αὐτοῦ οὐδὲ μὴ ἅψησϑε αὐτοῦ, ἵνα μὴ ἀποϑάνητε.
Verse: 4    
καὶ εἶπεν ὄϕις τῇ γυναικί Οὐ ϑανάτῳ ἀποϑανεῖσϑε·
Verse: 5    
ᾔδει γὰρ ϑεὸς ὅτι ἐν ἂν ἡμέρᾳ ϕάγητε ἀπ' αὐτοῦ, διανοιχϑήσονται ὑμῶν οἱ ὀϕϑαλμοί, καὶ ἔσεσϑε ὡς ϑεοὶ γινώσκοντες καλὸν καὶ πονηρόν.
Verse: 6    
καὶ εἶδεν γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν καὶ ὅτι ἀρεστὸν τοῖς ὀϕϑαλμοῖς ἰδεῖν καὶ ὡραῖόν ἐστιν τοῦ κατανοῆσαι, καὶ λαβοῦσα τοῦ καρποῦ αὐτοῦ ἔϕαγεν· καὶ ἔδωκεν καὶ τῷ ἀνδρὶ αὐτῆς μετ' αὐτῆς, καὶ ἔϕαγον.
Verse: 7    
καὶ διηνοίχϑησαν οἱ ὀϕϑαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν, καὶ ἔρραψαν ϕύλλα συκῆς καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα.
Verse: 8    
Καὶ ἤκουσαν τὴν ϕωνὴν κυρίου τοῦ ϑεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν, καὶ ἐκρύβησαν τε Αδαμ καὶ γυνὴ αὐτοῦ ἀπὸ προσώπου κυρίου τοῦ ϑεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου.
Verse: 9    
καὶ ἐκάλεσεν κύριος ϑεὸς τὸν Αδαμ καὶ εἶπεν αὐτῷ Αδαμ, ποῦ εἶ;
Verse: 10    
καὶ εἶπεν αὐτῷ Τὴν ϕωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐϕοβήϑην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην.
Verse: 11    
καὶ εἶπεν αὐτῷ Τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ; μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ ϕαγεῖν ἀπ' αὐτοῦ, ἔϕαγες;
Verse: 12    
καὶ εἶπεν Αδαμ ῾Η γυνή, ἣν ἔδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔϕαγον.
Verse: 13    
καὶ εἶπεν κύριος ϑεὸς τῇ γυναικί Τί τοῦτο ἐποίησας; καὶ εἶπεν γυνή ῾Ο ὄϕις ἠπάτησέν με, καὶ ἔϕαγον.
Verse: 14    
καὶ εἶπεν κύριος ϑεὸς τῷ ὄϕει ῞Οτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν ϑηρίων τῆς γῆς· ἐπὶ τῷ στήϑει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν ϕάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου.
Verse: 15    
καὶ ἔχϑραν ϑήσω ἀνὰ μέσον σου καὶ ἀνὰ μέσον τῆς γυναικὸς καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς· αὐτός σου τηρήσει κεϕαλήν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν.
Verse: 16    
καὶ τῇ γυναικὶ εἶπεν Πληϑύνων πληϑυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου, ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἀποστροϕή σου, καὶ αὐτός σου κυριεύσει.
Verse: 17    
τῷ δὲ Αδαμ εἶπεν ῞Οτι ἤκουσας τῆς ϕωνῆς τῆς γυναικός σου καὶ ἔϕαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ ϕαγεῖν ἀπ' αὐτοῦ, ἐπικατάρατος γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις ϕάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου·
Verse: 18    
ἀκάνϑας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ ϕάγῃ τὸν χόρτον τοῦ ἀγροῦ.
Verse: 19    
ἐν ἱδρῶτι τοῦ προσώπου σου ϕάγῃ τὸν ἄρτον σου ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, ἐξ ἧς ἐλήμϕϑης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ.
Verse: 20    
καὶ ἐκάλεσεν Αδαμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων.
Verse: 21    
Καὶ ἐποίησεν κύριος ϑεὸς τῷ Αδαμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς.
Verse: 22    
καὶ εἶπεν ϑεός ᾽Ιδοὺ Αδαμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ ϕάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα.
Verse: 23    
καὶ ἐξαπέστειλεν αὐτὸν κύριος ϑεὸς ἐκ τοῦ παραδείσου τῆς τρυϕῆς ἐργάζεσϑαι τὴν γῆν, ἐξ ἧς ἐλήμϕϑη.
Verse: 24    
καὶ ἐξέβαλεν τὸν Αδαμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυϕῆς καὶ ἔταξεν τὰ χερουβιμ καὶ τὴν ϕλογίνην ϱομϕαίαν τὴν στρεϕομένην ϕυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.12.2017. No parts of this document may be republished in any form without prior permission by the copyright holder.