TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 2
Previous part

Chapter: 2 
Verse: 1    Καὶ συνετελέσϑησαν οὐρανὸς καὶ γῆ καὶ πᾶς κόσμος αὐτῶν.
Verse: 2    
καὶ συνετέλεσεν ϑεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἐποίησεν, καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησεν.
Verse: 3    
καὶ ηὐλόγησεν ϑεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν, ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ϑεὸς ποιῆσαι.
Verse: 4    
Αὕτη βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ὅτε ἐγένετο, ἡμέρᾳ ἐποίησεν ϑεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν
Verse: 5    
καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσϑαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι· οὐ γὰρ ἔβρεξεν ϑεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνϑρωπος οὐκ ἦν ἐργάζεσϑαι τὴν γῆν,
Verse: 6    
πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς.
Verse: 7    
καὶ ἔπλασεν ϑεὸς τὸν ἄνϑρωπον χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεϕύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνϑρωπος εἰς ψυχὴν ζῶσαν.
Verse: 8    
Καὶ ἐϕύτευσεν κύριος ϑεὸς παράδεισον ἐν Εδεμ κατὰ ἀνατολὰς καὶ ἔϑετο ἐκεῖ τὸν ἄνϑρωπον, ὃν ἔπλασεν.
Verse: 9    
καὶ ἐξανέτειλεν ϑεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ.
Verse: 10    
ποταμὸς δὲ ἐκπορεύεται ἐξ Εδεμ ποτίζειν τὸν παράδεισον· ἐκεῖϑεν ἀϕορίζεται εἰς τέσσαρας ἀρχάς.
Verse: 11    
ὄνομα τῷ ἑνὶ Φισων· οὗτος κυκλῶν πᾶσαν τὴν γῆν Ευιλατ, ἐκεῖ οὗ ἐστιν τὸ χρυσίον·
Verse: 12    
τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ἄνϑραξ καὶ λίϑος πράσινος.
Verse: 13    
καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ Γηων· οὗτος κυκλῶν πᾶσαν τὴν γῆν Αἰϑιοπίας.
Verse: 14    
καὶ ποταμὸς τρίτος Τίγρις· οὗτος πορευόμενος κατέναντι ᾽Ασσυρίων. δὲ ποταμὸς τέταρτος, οὗτος Εὐϕράτης.
Verse: 15    
Καὶ ἔλαβεν κύριος ϑεὸς τὸν ἄνϑρωπον, ὃν ἔπλασεν, καὶ ἔϑετο αὐτὸν ἐν τῷ παραδείσῳ ἐργάζεσϑαι αὐτὸν καὶ ϕυλάσσειν.
Verse: 16    
καὶ ἐνετείλατο κύριος ϑεὸς τῷ Αδαμ λέγων ᾽Απὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει ϕάγῃ,
Verse: 17    
ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ ϕάγεσϑε ἀπ' αὐτοῦ· δ' ἂν ἡμέρᾳ ϕάγητε ἀπ' αὐτοῦ, ϑανάτῳ ἀποϑανεῖσϑε.
Verse: 18    
Καὶ εἶπεν κύριος ϑεός Οὐ καλὸν εἶναι τὸν ἄνϑρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηϑὸν κατ' αὐτόν.
Verse: 19    
καὶ ἔπλασεν ϑεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ ϑηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Αδαμ ἰδεῖν, τί καλέσει αὐτά, καὶ πᾶν, ἐὰν ἐκάλεσεν αὐτὸ Αδαμ ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτοῦ.
Verse: 20    
Καὶ ἐκάλεσεν Αδαμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς ϑηρίοις τοῦ ἀγροῦ, τῷ δὲ Αδαμ οὐχ εὑρέϑη βοηϑὸς ὅμοιος αὐτῷ.
Verse: 21    
καὶ ἐπέβαλεν ϑεὸς ἔκστασιν ἐπὶ τὸν Αδαμ, καὶ ὕπνωσεν· καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ' αὐτῆς.
Verse: 22    
καὶ ᾠκοδόμησεν κύριος ϑεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Αδαμ, εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Αδαμ.
Verse: 23    
καὶ εἶπεν Αδαμ Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου· αὕτη κληϑήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμϕϑη αὕτη.
Verse: 24    
ἕνεκεν τούτου καταλείψει ἄνϑρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληϑήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.
Verse: 25    
καὶ ἦσαν οἱ δύο γυμνοί, τε Αδαμ καὶ γυνὴ αὐτοῦ, καὶ οὐκ ᾐσχύνοντο.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.12.2017. No parts of this document may be republished in any form without prior permission by the copyright holder.