TITUS
Homer, Odyssee
Part No. 3
Previous part

Chapter: 3    
ΟΔΥΣΣΕΙΑΣ Γ


Verse: 1       ᾽Ηέλιος δ' ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην,
Verse: 2    
οὐρανὸν ἐς πολύχαλκον, ἵν' ἀϑανάτοισι ϕαείνοι
Verse: 3    
καὶ ϑνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
Verse: 4    
οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεϑρον,
Verse: 5    
ἷξον· τοὶ δ' ἐπὶ ϑινὶ ϑαλάσσης ἱερὰ ῥέζον,
Verse: 6    
ταύρους παμμέλανας, ἐνοσίχϑονι κυανοχαίτῃ.
Verse: 7    
ἐννέα δ' ἕδραι ἔσαν, πεντακόσιοι δ' ἐν ἑκάστῃ
Verse: 8    
εἵατο, καὶ προύχοντο ἑκάστοϑι ἐννέα ταύρους.
Verse: 9    
εὖϑ' οἱ σπλάγχνα πάσαντο, ϑεῷ δ' ἐπὶ μηρί' ἔκηαν,
Verse: 10    
οἱ δ' ἰϑὺς κάταγον, τοὶ δ' ἱστία νηὸς ἐίσης
Verse: 11    
στεῖλαν ἀείραντες, τὴν δ' ὥρμισαν, ἐκ δ' ἔβαν αὐτοί·
Verse: 12    
ἐκ δ' ἄρα Τηλέμαχος νηὸς βαῖν', ἦρχε δ' ᾽Αϑήνη.
Verse: 13    
τὸν προτέρη προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 14       
"Τηλέμαχ', οὐ μέν σε χρὴ ἔτ' αἰδοῦς, οὐδ' ἠβαιόν·
Verse: 15    
τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄϕρα πύϑηαι
Verse: 16    
πατρός, ὅπου κύϑε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
Verse: 17    
ἀλλ' ἄγε νῦν ἰϑὺς κίε Νέστορος ἱπποδάμοιο·
Verse: 18    
εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήϑεσσι κέκευϑε.
Verse: 19    
λίσσεσϑαι δέ μιν αὐτόν, ὅπως νημερτέα εἴπῃ.
Verse: 20    
ψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστί."

Verse: 21       
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 22       
"Μέντορ, πῶς ταρ ἴω, πῶς ταρ προσπτύξομαι αὐτόν;
Verse: 23    
οὐδέ τί πω μύϑοισι πεπείρημαι πυκινοῖσιν·
Verse: 24    
αἰδὼς δ' αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσϑαι."

Verse: 25       
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 26       
"Τηλέμαχ', ἄλλα μὲν αὐτὸς ἐνὶ ϕρεσὶ σῇσι νοήσεις,
Verse: 27    
ἄλλα δὲ καὶ δαίμων ὑποϑήσεται· οὐ γὰρ ὀίω
Verse: 28    
οὔ σε ϑεῶν ἀέκητι γενέσϑαί τε τραϕέμεν τε."

Verse: 29       
ὣς ἄρα ϕωνήσασ' ἡγήσατο Παλλὰς ᾽Αϑήνη
Verse: 30    
καρπαλίμως: δ' ἔπειτα μετ' ἴχνια βαῖνε ϑεοῖο.
Verse: 31    
ἷξον δ' ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
Verse: 32    
ἔνϑ' ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμϕὶ δ' ἑταῖροι
Verse: 33    
δαῖτ' ἐντυνόμενοι κρέα τ' ὤπτων ἄλλά τ' ἔπειρον.
Verse: 34    
οἱ δ' ὡς οὖν ξείνους ἴδον, ἁϑρόοι ἦλϑον ἅπαντες,
Verse: 35    
χερσίν τ' ἠσπάζοντο καὶ ἑδριάασϑαι ἄνωγον.
Verse: 36    
πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύϑεν ἐλϑὼν
Verse: 37    
ἀμϕοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ
Verse: 38    
κώεσιν ἐν μαλακοῖσιν, ἐπὶ ψαμάϑοις ἁλίῃσι,
Verse: 39    
πάρ τε κασιγνήτῳ Θρασυμήδειὴ καὶ πατέρι ·
Verse: 40    
δῶκε δ' ἄρα σπλάγχνων μοίρας, ἐν δ' οἶνον ἔχευε
Verse: 41    
χρυσείῳ δέπαιὴ· δειδισκόμενος δὲ προσηύδα
Verse: 42    
Παλλάδ' ᾽Αϑηναίην, κούρην Διὸς αἰγιόχοιο·

Verse: 43       
"εὔχεο νῦν, ξεῖνε, Ποσειδάωνι ἄνακτι·
Verse: 44    
τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
Verse: 45    
αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ϑέμις ἐστί,
Verse: 46    
δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
Verse: 47    
σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀϑανάτοισιν
Verse: 48    
εὔχεσϑαι· πάντες δὲ ϑεῶν χατέουσ' ἄνϑρωποι.
Verse: 49    
ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δ' ἐμοὶ αὐτῷ·
Verse: 50    
τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον."

Verse: 51       
ὣς εἰπὼν ἐν χερσὶ τίϑει δέπας ἡδέος οἴνου·
Verse: 52    
χαῖρε δ' ᾽Αϑηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ,
Verse: 53    
οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον.
Verse: 54    
αὐτίκα δ' εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·

Verse: 55       
"κλῦϑι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
Verse: 56    
ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
Verse: 57    
Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
Verse: 58    
αὐτὰρ ἔπειτ' ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν
Verse: 59    
σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
Verse: 60    
δὸς δ' ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσϑαι,
Verse: 61    
οὕνεκα δεῦρ' ἱκόμεσϑα ϑοῇ σὺν νηὶ μελαίνῃ."

Verse: 62       
ὣς ἄρ' ἔπειτ' ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα·
Verse: 63    
δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμϕικύπελλον.
Verse: 64    
ὣς δ' αὕτως ἠρᾶτο ᾽Οδυσσῆος ϕίλος υἱός.
Verse: 65    
οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,
Verse: 66    
μοίρας δασσάμενοι δαίνυντ' ἐρικυδέα δαῖτα.
Verse: 67    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 68    
τοῖς ἄρα μύϑων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·

Verse: 69       
"νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσϑαι
Verse: 70    
ξείνους, οἵ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
Verse: 71    
ξεῖνοι, τίνες ἐστέ; πόϑεν πλεῖϑ' ὑγρὰ κέλευϑα;
Verse: 72    
τι κατὰ πρῆξιν μαψιδίως ἀλάλησϑε,
Verse: 73    
οἷά τε ληιστῆρες, ὑπεὶρ ἅλα, τοί τ' ἀλόωνται
Verse: 74    
ψυχὰς παρϑέμενοι, κακὸν ἀλλοδαποῖσι ϕέροντες..."

Verse: 75       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα
Verse: 76    
ϑαρσήσας: αὐτὴ γὰρ ἐνὶ ϕρεσὶ ϑάρσος ᾽Αϑήνη
Verse: 77    
ϑῆχ', ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο·

Verse: 79       
"ὦ Νέστορ Νηληιάδη, μέγα κῦδος ᾽Αχαιῶν,
Verse: 80    
εἴρεαι ὁππόϑεν εἰμέν· ἐγὼ δέ κέ τοι καταλέξω.
Verse: 81    
ἡμεῖς ἐξ ᾽Ιϑάκης ῾Υπονηίου εἰλήλουϑμεν·
Verse: 82    
πρῆξις δ' ἧδ' ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
Verse: 83    
πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω,
Verse: 84    
δίου ᾽Οδυσσῆος ταλασίϕρονος, ὅν ποτέ ϕασι
Verse: 85    
σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
Verse: 86    
ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον,
Verse: 87    
πευϑόμεϑ', ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέϑρῳ,
Verse: 88    
κείνου δ' αὖ καὶ ὄλεϑρον ἀπευϑέα ϑῆκε Κρονίων.
Verse: 89    
οὐ γάρ τις δύναται σάϕα εἰπέμεν ὁππόϑ' ὄλωλεν,
Verse: 90    
εἴ ϑ' γ' ἐπ' ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν,
Verse: 91    
εἴ τε καὶ ἐν πελάγει μετὰ κύμασιν ᾽Αμϕιτρίτης.
Verse: 92    
τοὔνεκα νῦν τὰ σὰ γούναϑ' ἱκάνομαι, αἴ κ' ἐϑέλῃσϑα
Verse: 93    
κείνου λυγρὸν ὄλεϑρον ἐνισπεῖν, εἴ που ὄπωπας
Verse: 94    
ὀϕϑαλμοῖσι τεοῖσιν ἄλλου μῦϑον ἄκουσας
Verse: 95    
πλαζομένου· πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
Verse: 96    
μὴ δέ τί μ' αἰδόμενος μειλίσσεο μηδ' ἐλεαίρων,
Verse: 97    
ἀλλ' εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
Verse: 98    
λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσϑλὸς ᾽Οδυσσεύς,
Verse: 99    
ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε
Verse: 100    
δήμῳ ἔνι Τρώων, ὅϑι πάσχετε πήματ' ᾽Αχαιοί·
Verse: 101    
τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες."

Verse: 102       
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

Verse: 103       
"ὦ ϕίλ', ἐπεί μ' ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ
Verse: 104    
δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες ᾽Αχαιῶν,
Verse: 105    
ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπ' ἠεροειδέα πόντον
Verse: 106    
πλαζόμενοι κατὰ ληίδ', ὅπῃ ἄρξειεν ᾽Αχιλλεύς,
Verse: 107    
ἠδ' ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
Verse: 108    
μαρνάμεϑἔνϑα δ' ἔπειτα κατέκταϑεν ὅσσοι ἄριστοι.
Verse: 109    
ἔνϑα μὲν Αἴας κεῖται ᾽Αρήιος, ἔνϑα δ' ᾽Αχιλλεύς,
Verse: 110    
ἔνϑα δὲ Πάτροκλος, ϑεόϕιν μήστωρ ἀτάλαντος,
Verse: 111    
ἔνϑα δ' ἐμὸς ϕίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
Verse: 112    
᾽Αντίλοχος, πέρι μὲν ϑείειν ταχὺς ἠδὲ μαχητής:
Verse: 113    
ἄλλά τε πόλλ' ἐπὶ τοῖς πάϑομεν κακά· τίς κεν ἐκεῖνα
Verse: 114    
πάντά γε μυϑήσαιτο καταϑνητῶν ἀνϑρώπων;
Verse: 115    
οὐδ' εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων
Verse: 116    
ἐξερέοις ὅσα κεῖϑι πάϑον κακὰ δῖοι ᾽Αχαιοί·
Verse: 117    
πρίν κεν ἀνιηϑεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
Verse: 118    
εἰνάετες γάρ σϕιν κακὰ ῥάπτομεν ἀμϕιέποντες
Verse: 119    
παντοίοισι δόλοισι, μόγις δ' ἐτέλεσσε Κρονίων.
Verse: 120    
ἔνϑ' οὔ τίς ποτε μῆτιν ὁμοιωϑήμεναι ἄντην
Verse: 121    
ἤϑελ', ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος ᾽Οδυσσεὺς
Verse: 122    
παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
Verse: 123    
κείνου ἔκγονός ἐσσι· σέβας μ' ἔχει εἰσορόωντα.
Verse: 124    
ἤτοι γὰρ μῦϑοί γε ἐοικότες, οὐδέ κε ϕαίης
Verse: 125    
ἄνδρα νεώτερον ὧδε ἐοικότα μυϑήσασϑαι.
Verse: 126    
ἔνϑ' ἤτοι εἵως μὲν ἐγὼ καὶ δῖος ᾽Οδυσσεὺς
Verse: 127    
οὔτέ ποτ' εἰν ἀγορῇ δίχ' ἐβάζομεν οὔτ' ἐνὶ βουλῇ,
Verse: 128    
ἀλλ' ἕνα ϑυμὸν ἔχοντε νόῳ καὶ ἐπίϕρονι βουλῇ
Verse: 129    
ϕραζόμεϑ' ᾽Αργείοισιν ὅπως ὄχ' ἄριστα γένοιτο.
Verse: 130    
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
Verse: 131    
βῆμεν δ' ἐν νήεσσι, ϑεὸς δ' ἐκέδασσεν ᾽Αχαιούς,
Verse: 132    
καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ ϕρεσὶ μήδετο νόστον
Verse: 133    
᾽Αργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι
Verse: 134    
πάντες ἔσαν· τῶ σϕεων πολέες κακὸν οἶτον ἐπέσπον
Verse: 135    
μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης,
Verse: 136    
τ' ἔριν ᾽Ατρείδῃσι μετ' ἀμϕοτέροισιν ἔϑηκε.
Verse: 137    
τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας ᾽Αχαιούς,
Verse: 138    
μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα
Verse: 139    
οἱ δ' ἦλϑον οἴνῳ βεβαρηότες υἷες ᾽Αχαιῶν ,
Verse: 140    
μῦϑον μυϑείσϑην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
Verse: 141    
ἔνϑ' ἤτοι Μενέλαος ἀνώγει πάντας ᾽Αχαιοὺς
Verse: 142    
νόστου μιμνήσκεσϑαι ἐπ' εὐρέα νῶτα ϑαλάσσης,
Verse: 143    
οὐ δ' ᾽Αγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα
Verse: 144    
λαὸν ἐρυκακέειν, ῥέξαί ϑ' ἱερὰς ἑκατόμβας,
Verse: 145    
ὡς τὸν ᾽Αϑηναίης δεινὸν χόλον ἐξακέσαιτο,
Verse: 146    
νήπιος, οὐδὲ τὸ ᾔδη, οὐ πείσεσϑαι ἔμελλεν·
Verse: 147    
οὐ γάρ τ' αἶψα ϑεῶν τρέπεται νόος αἰὲν ἐόντων.
Verse: 148    
ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν
Verse: 149    
ἕστασαν· οἱ δ' ἀνόρουσαν ἐυκνήμιδες ᾽Αχαιοὶ
Verse: 150    
ἠχῇ ϑεσπεσίῃ, δίχα δέ σϕισιν ἥνδανε βουλή.
Verse: 151    
νύκτα μὲν ἀέσαμεν χαλεπὰ ϕρεσὶν ὁρμαίνοντες
Verse: 152    
ἀλλήλοις: ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
Verse: 153    
ἠῶϑεν δ' οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν
Verse: 154    
κτήματά τ' ἐντιϑέμεσϑα βαϑυζώνους τε γυναῖκας:
Verse: 155    
ἡμίσεες δ' ἄρα λαοὶ ἐρητύοντο μένοντες
Verse: 156    
αὖϑι παρ' ᾽Ατρείδῃ ᾽Αγαμέμνονι, ποιμένι λαῶν·
Verse: 157    
ἡμίσεες δ' ἀναβάντες ἐλαύνομεν. αἱ δὲ μάλ' ὦκα
Verse: 158    
ἔπλεον, ἐστόρεσεν δὲ ϑεὸς μεγακήτεα πόντον.
Verse: 159    
ἐς Τένεδον δ' ἐλϑόντες ἐρέξαμεν ἱρὰ ϑεοῖσιν,
Verse: 160    
οἴκαδε ἱέμενοι· Ζεὺς δ' οὔ πω μήδετο νόστον,
Verse: 161    
σχέτλιος, ὅς ' ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
Verse: 162    
οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμϕιελίσσας
Verse: 163    
ἀμϕ' ᾽Οδυσῆα ἄνακτα δαί:ϕρονα, ποικιλομήτην,
Verse: 164    
αὖτις ἐπ' ᾽Ατρείδῃ ᾽Αγαμέμνονι ἦρα ϕέροντες:
Verse: 165    
αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἔποντο,
Verse: 166    
ϕεῦγον, ἐπεὶ γίνωσκον δὴ κακὰ μήδετο δαίμων.
Verse: 167    
ϕεῦγε δὲ Τυδέος υἱὸς 'Αρήιος, ὦρσε δ' ἑταίρους.
Verse: 168    
ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανϑὸς Μενέλαος,
Verse: 169    
ἐν Λέσβῳ δ' ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
Verse: 170    
καϑύπερϑε Χίοιο νεοίμεϑα παιπαλοέσσης,
Verse: 171    
νήσου ἐπὶ Ψυρίης, αὐτὴν ἐπ' ἀριστέρ' ἔχοντες,
Verse: 172    
ὑπένερϑε Χίοιο, παρ' ἠνεμόεντα Μίμαντα.
Verse: 173    
ἠ/τέομεν δὲ ϑεὸν ϕῆναι τέρας: αὐτὰρ γ' ἥμιν
Verse: 174    
δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν
Verse: 175    
τέμνειν, ὄϕρα τάχιστα ὑπ' ἐκ κακότητα ϕύγοιμεν.
Verse: 176    
ὦρτο δ' ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλ' ὦκα
Verse: 177    
ἰχϑυόεντα κέλευϑα διέδραμον, ἐς δὲ Γεραιστὸν
Verse: 178    
ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων
Verse: 179    
πόλλ' ἐπὶ μῆρ' ἔϑεμεν, πέλαγος μέγα μετρήσαντες.
Verse: 180    
τέτρατον ἦμαρ ἔην, ὅτ' ἐν ῎Αργειὴ νῆας ἐίσας
Verse: 181    
Τυδείδεω ἕταροι Διομήδεος ἱπποδάμοιο
Verse: 182    
ἵστασαν· αὐτὰρ ἔγωγε Πύλον δ' ἔχον, οὐδέ ποτ' ἔσβη
Verse: 183    
οὖρος, ἐπεὶ δὴ πρῶτα ϑεὸς προέηκεν ἀῆναι.
Verse: 184    
ὣς ἦλϑον, ϕίλε τέκνον, ἀπευϑής, οὐδέ τι οἶδα
Verse: 185    
κείνων, οἵ τ' ἐσάωϑεν ᾽Αχαιῶν οἵ τ' ἀπόλοντο.
Verse: 186    
ὅσσα δ' ἐνὶ μεγάροισι καϑήμενος ἡμετέροισι
Verse: 187    
πεύϑομαι, ϑέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
Verse: 188    
εὖ μὲν Μυρμιδόνας ϕάσ' ἐλϑέμεν ἐγχεσιμώρους,
Verse: 189    
ουἠς ἄγ' ᾽Αχιλλῆος μεγαϑύμου ϕαίδιμος υἱός,
Verse: 190    
εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
Verse: 191    
πάντας δ' ᾽Ιδομενεὺς Κρήτην εἰσήγαγ' ἑταίρους,
Verse: 192    
οἳ ϕύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τιν' ἀπηύρα.
Verse: 193    
᾽Ατρείδην δὲ καὶ αὐτοὶ ἀκούετε νόσϕιν ἐόντες,
Verse: 194    
ὥς τ' ἦλϑ' ὥς τ' Αἴγισϑος ἐμήσατο λυγρὸν ὄλεϑρον.
Verse: 195    
ἀλλ' ἤτοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν,
Verse: 196    
ὡς ἀγαϑὸν καὶ παῖδα καταϕϑιμένοιο λιπέσϑαι
Verse: 197    
ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροϕονῆα,
Verse: 198    
Αἴγισϑον δολόμητιν, οἱ πατέρα κλυτὸν ἔκτα.
Verse: 199    
καὶ σύ, ϕίλος, - μάλα γάρ σ' ὁρόω καλόν τε μέγαν τε -
Verse: 200    
ἄλκιμος ἔσσ', ἵνα τίς σε καὶ ὀψιγόνων ἔυ εἴπῃ."

Verse: 201       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 202       
"ὦ Νέστορ Νηληιάδη, μέγα κῦδος ᾽Αχαιῶν,
Verse: 203    
καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ ᾽Αχαιοὶ
Verse: 204    
οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισιν ἀοιδήν.
Verse: 205    
αἲ γὰρ ἐμοὶ τοσσῆνδε ϑεοὶ δύναμιν περιϑεῖεν,
Verse: 206    
τίσασϑαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς,
Verse: 207    
οἵ τέ μοι ὑβρίζοντες ἀτάσϑαλα μηχανόωνται.
Verse: 208    
ἀλλ' οὔ μοι τοιοῦτον ἐπέκλωσαν ϑεοὶ ὄλβον,
Verse: 209    
πατρί τ' ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης."

Verse: 210       
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

Verse: 211       
"ὦ ϕίλ', ἐπεὶ δὴ ταῦτά μ' ἀνέμνησας καὶ ἔειπες,
Verse: 212    
ϕασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς
Verse: 213    
ἐν μεγάροις, ἀέκητι σέϑεν, κακὰ μηχανάασϑαι.
Verse: 214    
εἰπέ μοι ἠὲ ἑκὼν ὑποδάμνασαι, σέγε λαοὶ
Verse: 215    
ἐχϑαίρουσ' ἀνὰ δῆμον, ἐπισπόμενοι ϑεοῦ ὀμϕῇ.
Verse: 216    
τίς δ' οἶδ' εἴ κέ ποτέ σϕι βίας ἀποτίσεται ἐλϑών,
Verse: 217    
γε μοῦνος ἐὼν καὶ σύμπαντες ᾽Αχαιοί;
Verse: 218    
εἰ γάρ σ' ὣς ἐϑέλοι ϕιλέειν γλαυκῶπις ᾽Αϑήνη
Verse: 219    
ὡς τότ' ᾽Οδυσσῆος περικήδετο κυδαλίμοιο
Verse: 220    
δήμῳ ἔνι Τρώων, ὅϑι πάσχομεν ἄλγε' ᾽Αχαιοί
Verse: 221    
οὐ γάρ πω ἴδον ὧδε ϑεοὺς ἀναϕανδὰ ϕιλεῦντας
Verse: 222    
ὡς κείνῳ ἀναϕανδὰ παρίστατο Παλλὰς ᾽Αϑήνη ,
Verse: 223    
εἴ σ' οὕτως ἐϑέλοι ϕιλέειν κήδοιτό τε ϑυμῷ,
Verse: 224    
τῶ κέν τις κείνων γε καὶ ἐκλελάϑοιτο γάμοιο."

Verse: 225       
τὸν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 226       
"ὦ γέρον, οὔ πως τοῦτο ἔπος τελέεσϑαι ὀίω·
Verse: 227    
λίην γὰρ μέγα εἶπας: ἄγη μ' ἔχει. οὐκ ἂν ἔμοιγε
Verse: 228    
ἐλπομένῳ τὰ γένοιτ', οὐδ' εἰ ϑεοὶ ὣς ἐϑέλοιεν."

Verse: 229       
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 230       
"Τηλέμαχε, ποῖόν σε ἔπος ϕύγεν ἕρκος ὀδόντων.
Verse: 231    
ῥεῖα ϑεός γ' ἐϑέλων καὶ τηλόϑεν ἄνδρα σαώσαι.
Verse: 232    
βουλοίμην δ' ἂν ἔγωγε καὶ ἄλγεα πολλὰ μογήσας
Verse: 233    
οἴκαδέ τ' ἐλϑέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσϑαι
Verse: 234    
ἐλϑὼν ἀπολέσϑαι ἐϕέστιος, ὡς ᾽Αγαμέμνων
Verse: 235    
ὤλεϑ' ὑπ' Αἰγίσϑοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
Verse: 236    
ἀλλ' ἤτοι ϑάνατον μὲν ὁμοίιον οὐδὲ ϑεοί περ
Verse: 237    
καὶ ϕίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ
Verse: 238    
μοῖρ' ὀλοὴ καϑέλῃσι τανηλεγέος ϑανάτοιο."

Verse: 239       
τὴν δ' αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·

Verse: 240       
"Μέντορ, μηκέτι ταῦτα λεγώμεϑα κηδόμενοί περ·
Verse: 241    
κείνῳ δ' οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη
Verse: 242    
ϕράσσαντ' ἀϑάνατοι ϑάνατον καὶ κῆρα μέλαιναν.
Verse: 243    
νῦν δ' ἐϑέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἔρεσϑαι
Verse: 244    
Νέστορ', ἐπεὶ περίοιδε δίκας ἠδὲ ϕρόνιν ἄλλων·
Verse: 245    
τρὶς γὰρ δή μίν ϕασιν ἀνάξασϑαι γένε' ἀνδρῶν,
Verse: 246    
ὥς τέ μοι ἀϑάνατος ἰνδάλλεται εἰσοράασϑαι.
Verse: 247    
Νέστορ Νηληιάδη, σὺ δ' ἀληϑὲς ἐνίσπες:
Verse: 248    
πῶς ἔϑαν' ᾽Ατρείδης εὐρυκρείων ᾽Αγαμέμνων;
Verse: 249    
ποῦ Μενέλαος ἔην; τίνα δ' αὐτῷ μήσατ' ὄλεϑρον
Verse: 250    
Αἴγισϑος δολόμητις... ἐπεὶ κτάνε πολλὸν ἀρείω.
Verse: 251    
οὐκ ῎Αργεος ἦεν ᾽Αχαιικοῦ, ἀλλά πῃ ἄλλῃ
Verse: 252    
πλάζετ' ἐπ' ἀνϑρώπους, δὲ ϑαρσήσας κατέπεϕνε;"

Verse: 253       
τὸν δ' ἠμείβετ' ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·

Verse: 254       
"τοὶ γὰρ ἐγώ τοι, τέκνον, ἀληϑέα πάντ' ἀγορεύσω.
Verse: 255    
ἤτοι μὲν τόδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχϑη,
Verse: 256    
εἰ ζωόν γ' Αἴγισϑον ἐνὶ μεγάροισιν ἔτετμεν
Verse: 257    
᾽Ατρείδης Τροίηϑεν ἰών, ξανϑὸς Μενέλαος:
Verse: 258    
τῶ κέ οἱ οὐδὲ ϑανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
Verse: 259    
ἀλλ' ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν
Verse: 260    
κείμενον ἐν πεδίῳ ἑκὰς [Αργεος, οὐδὲ κέ τίς μιν
Verse: 261    
κλαῦσεν ᾽Αχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
Verse: 262    
ἡμεῖς μὲν γὰρ κεῖϑι πολέας τελέοντες ἀέϑλους
Verse: 263    
ἥμεϑ δ' εὔκηλος μυχῷ ῎Αργεος ἱπποβότοιο
Verse: 264    
πόλλ' ᾽Αγαμεμνονέην ἄλοχον ϑέλγεσκ' ἐπέεσσιν.
Verse: 265    
δ' ἤτοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικές,
Verse: 266    
δῖα Κλυταιμνήστρη· ϕρεσὶ γὰρ κέχρητ' ἀγαϑῇσι.
Verse: 267    
πὰρ δ' ἄρ' ἔην καὶ ἀοιδὸς ἀνήρ, πόλλ' ἐπέτελλεν
Verse: 268    
᾽Ατρείδης Τροίην δὲ κιὼν εἴρυσϑαι ἄκοιτιν.
Verse: 269    
ἀλλ' ὅτε δή μιν μοῖρα ϑεῶν ἐπέδησε δαμῆναι,
Verse: 270    
δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην
Verse: 271    
κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσϑαι,
Verse: 272    
τὴν δ' ἐϑέλων ἐϑέλουσαν ἀνήγαγεν ὅν δὲ δόμον δέ.
Verse: 273    
πολλὰ δὲ μηρί' ἔκηε ϑεῶν ἱεροῖς ἐπὶ βωμοῖς,
Verse: 274    
πολλὰ δ' ἀγάλματ' ἀνῆψεν, ὑϕάσματά τε χρυσόν τε,
Verse: 275    
ἐκτελέσας μέγα ἔργον, οὔ ποτε ἔλπετο ϑυμῷ.
Verse: 276    
ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηϑεν ἰόντες,
Verse: 277    
᾽Ατρείδης καὶ ἐγώ, ϕίλα εἰδότες ἀλλήλοισιν·
Verse: 278    
ἀλλ' ὅτε Σούνιον ἱρὸν ἀϕικόμεϑ', ἄκρον ᾽Αϑηνέων,
Verse: 279    
ἔνϑα κυβερνήτην Μενελάου Φοῖβος ᾽Απόλλων
Verse: 280    
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεϕνε,
Verse: 281    
πηδάλιον μετὰ χερσὶ ϑεούσης νηὸς ἔχοντα,
Verse: 282    
Φρόντιν ᾽Ονητορίδην, ὃς ἐκαίνυτο ϕῦλ' ἀνϑρώπων
Verse: 283    
νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
Verse: 284    
ὣς μὲν ἔνϑα κατέσχετ' ἐπειγόμενός περ ὁδοῖο,
Verse: 285    
ὄϕρ' ἕταρον ϑάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
Verse: 286    
ἀλλ' ὅτε δὴ καὶ κεῖνος, ἰὼν ἐπὶ οἴνοπα πόντον
Verse: 287    
ἐν νηυσὶ γλαϕυρῇσι, Μαλειάων ὄρος αἰπὺ
Verse: 288    
ἷξε ϑέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
Verse: 289    
ἐϕράσατο, λιγέων δ' ἀνέμων ἐπ' ἀυτμένα χεῦε
Verse: 290    
κύματά τε τροϕόεντα πελώρια, ἶσα ὄρεσσιν.
Verse: 291    
ἔνϑα διατμήξας τὰς μὲν Κρήτῃ ἐπέλασσεν,
Verse: 292    
ἧχι Κύδωνες ἔναιον ᾽Ιαρδάνου ἀμϕὶ ῥέεϑρα.
Verse: 293    
ἔστι δέ τις λισσὴ αἰπεῖά τε εἰς ἅλα πέτρη
Verse: 294    
ἐσχατιῇ Γόρτυνος, ἐν ἠεροειδέι πόντῳ,
Verse: 295    
ἔνϑα Νότος μέγα κῦμα ποτὶ σκαιὸν ῥίον ὠϑεῖ,
Verse: 296    
ἐς Φαιστόν, μικρὸς δὲ λίϑος μέγα κῦμ' ἀποέργει.
Verse: 297    
αἱ μὲν ἄρ' ἔνϑ' ἦλϑον, σπουδῇ δ' ἤλυξαν ὄλεϑρον
Verse: 298    
ἄνδρες, ἀτὰρ νῆάς γε ποτὶ σπιλάδεσσιν ἔαξαν
Verse: 299    
κύματἀτὰρ τὰς πέντε νέας κυανοπρῳρείους
Verse: 300    
Αἰγύπτῳ ἐπέλασσε ϕέρων ἄνεμός τε καὶ ὕδωρ.
Verse: 301    
ὣς μὲν ἔνϑα πολὺν βίοτον καὶ χρυσὸν ἀγείρων
Verse: 302    
ἠλᾶτο ξὺν νηυσὶ κατ' ἀλλοϑρόους ἀνϑρώπους:
Verse: 303    
τόϕρα δὲ ταῦτ' Αἴγισϑος ἐμήσατο οἴκοϑι λυγρά,
Verse: 306    
ἑπτάετες δ' ἤνασσε πολυχρύσοιο Μυκήνης,
Verse: 304    
κτείνας ᾽Ατρείδην, δέδμητο δὲ λαὸς ὑπ' αὐτῷ·
Verse: 306    
τῷ δέ οἱ ὀγδοάτῳ κακὸν ἤλυϑε δῖος ᾽Ορέστης
Verse: 307    
ἂψ ἀπ' ᾽Αϑηνάων, κατὰ δ' ἔκτανε πατροϕονῆα,
Verse: 308    
Αἴγισϑον δολόμητιν, οἱ πατέρα κλυτὸν ἔκτα.
Verse: 309    
ἤτοι τὸν κτείνας δαίνυ τάϕον ᾽Αργείοισι
Verse: 310    
μητρός τε στυγερῆς καὶ ἀνάλκιδος Αἰγίσϑοιο·
Verse: 311    
αὐτῆμαρ δέ οἱ ἦλϑε βοὴν ἀγαϑὸς Μενέλαος,
Verse: 312    
πολλὰ κτήματ' ἄγων, ὅσα οἱ νέες ἄχϑος ἄειραν.
Verse: 313    
καὶ σύ, ϕίλος, μὴ δηϑὰ δόμων ἄπο τῆλ' ἀλάλησο,
Verse: 314    
κτήματά τε προλιπὼν ἄνδράς τ' ἐν σοῖσι δόμοισιν
Verse: 315    
οὕτω ὑπερϕιάλους, μή τοι κατὰ πάντα ϕάγωσι
Verse: 316    
κτήματα δασσάμενοι, σὺ δὲ τηυὴσίην ὁδὸν ἔλϑῃς.
Verse: 317    
ἀλλ' ἐς μὲν Μενέλαον ἐγὼ κέλομαι καὶ ἄνωγα
Verse: 318    
ἐλϑεῖν· κεῖνος γὰρ νέον ἄλλοϑεν εἰλήλουϑεν,
Verse: 319    
ἐκ τῶν ἀνϑρώπων ὅϑεν οὐκ ἔλποιτό γε ϑυμῷ
Verse: 320    
ἐλϑέμεν, ὅν τινα πρῶτον ἀποσϕήλωσιν ἄελλαι
Verse: 321    
ἐς πέλαγος μέγα τοῖον, ὅϑεν τέ περ οὐδ' οἰωνοὶ
Verse: 322    
αὐτόετες οἰχνεῦσιν, ἐπεὶ μέγα τε δεινόν τε.
Verse: 323    
ἀλλ' ἴϑι νῦν σὺν νηί τε σῇ καὶ σοῖς ἑτάροισιν·
Verse: 324    
εἰ δ' ἐϑέλεις πεζός, πάρα τοι δίϕρός τε καὶ ἵπποι,
Verse: 325    
πὰρ δέ τοι υἷες ἐμοί, οἵ τοι πομπῆες ἔσονται
Verse: 326    
ἐς Λακεδαίμονα δῖαν, ὅϑι ξανϑὸς Μενέλαος.
Verse: 327    
λίσσεσϑαι δέ μιν αὐτός, ἵνα νημερτὲς ἐνίσπῃ.
Verse: 328    
ψεῦδος δ' οὐκ ἐρέει· μάλα γὰρ πεπνυμένος ἐστίν."

Verse: 329       
ὣς ἔϕατ', ἠέλιος δ' ἄρ' ἔδυ καὶ ἐπὶ κνέϕας ἦλϑε.
Verse: 330    
τοῖσι δὲ καὶ μετέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 331       
"ὦ γέρον, ἤτοι ταῦτα κατὰ μοῖραν κατέλεξας:
Verse: 332    
ἀλλ' ἄγε τάμνετε μὲν γλώσσας, κεράασϑε δὲ οἶνον,
Verse: 333    
ὄϕρα Ποσειδάωνι καὶ ἄλλοις ἀϑανάτοισι
Verse: 334    
σπείσαντες κοίτοιο μεδώμεϑα· τοῖο γὰρ ὥρη.
Verse: 335    
ἤδη γὰρ ϕάος οἴχεϑ' ὑπὸ ζόϕον, οὐδὲ ἔοικε
Verse: 336    
δηϑὰ ϑεῶν ἐν δαιτὶ ϑαασσέμεν, ἀλλὰ νέεσϑαι."

Verse: 337       
ῥα Διὸς ϑυγάτηρ, οἱ δ' ἔκλυον αὐδησάσης.
Verse: 338    
τοῖσι δὲ κήρυκες μὲν ὕδωρ ἐπὶ χεῖρας ἔχευαν,
Verse: 339    
κοῦροι δὲ κρητῆρας ἐπεστέψαντο ποτοῖο,
Verse: 340    
νώμησαν δ' ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσι·
Verse: 341    
γλώσσας δ' ἐν πυρὶ βάλλον, ἀνιστάμενοι δ' ἐπέλειβον.
Verse: 342    
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον ϑ' ὅσον ἤϑελε ϑυμός,
Verse: 343    
δὴ τότ' ᾽Αϑηναίη καὶ Τηλέμαχος ϑεοειδὴς
Verse: 344    
ἄμϕω ἱέσϑην κοίλην ἐπὶ νῆα νέεσϑαι.
Verse: 345    
Νέστωρ δ' αὖ κατέρυκε καϑαπτόμενος ἐπέεσσι·

Verse: 346       
"Ζεὺς τό γ' ἀλεξήσειε καὶ ἀϑάνατοι ϑεοὶ ἄλλοι,
Verse: 347    
ὡς ὑμεῖς παρ' ἐμεῖο ϑοὴν ἐπὶ νῆα κίοιτε
Verse: 348    
ὥς τέ τευ παρὰ πάμπαν ἀνείμονος ἠὲ πενιχροῦ,
Verse: 349    
οὔ τι χλαῖναι καὶ ῥήγεα πόλλ' ἐνὶ οἴκῳ,
Verse: 350    
οὔτ' αὐτῷ μαλακῶς οὔτε ξείνοισιν ἐνεύδειν.
Verse: 351    
αὐτὰρ ἐμοὶ πάρα μὲν χλαῖναι καὶ ῥήγεα καλά.
Verse: 352    
οὔ ϑην δὴ τοῦδ' ἀνδρὸς ᾽Οδυσσῆος ϕίλος υἱὸς
Verse: 353    
νηὸς ἐπ' ἰκριόϕιν καταλέξεται, ὄϕρ' ἂν ἔγωγε
Verse: 354    
ζώω, ἔπειτα δὲ παῖδες ἐνὶ μεγάροισι λίπωνται,
Verse: 355    
ξείνους ξεινίζειν, ὅς τίς κ' ἐμὰ δώμαϑ' ἵκηται."

Verse: 356       
τὸν δ' αὖτε προσέειπε ϑεὰ γλαυκῶπις ᾽Αϑήνη·

Verse: 357       
"εὖ δὴ ταῦτά γ' ἔϕησϑα, γέρον ϕίλε· σοὶ δὲ ἔοικε
Verse: 358    
Τηλέμαχον πείϑεσϑαι, ἐπεὶ πολὺ κάλλιον οὕτως.
Verse: 359    
ἀλλ' οὗτος μὲν νῦν σοι ἅμ' ἕψεται, ὄϕρά κεν εὕδῃ
Verse: 360    
σοῖσιν ἐνὶ μεγάροισιν· ἐγὼ δ' ἐπὶ νῆα μέλαιναν
Verse: 361    
εἶμ', ἵνα ϑαρσύνω ϑ' ἑτάρους εἴπω τε ἕκαστα.
Verse: 362    
οἶος γὰρ μετὰ τοῖσι γεραίτερος εὔχομαι εἶναι·
Verse: 363    
οἱ δ' ἄλλοι ϕιλότητι νεώτεροι ἄνδρες ἕπονται,
Verse: 364    
πάντες ὁμηλικίη μεγαϑύμου Τηλεμάχοιο.
Verse: 365    
ἔνϑά κε λεξαίμην κοίλῃ παρὰ νηὶ μελαίνῃ
Verse: 366    
νῦν· ἀτὰρ ἠῶϑεν μετὰ Καύκωνας μεγαϑύμους
Verse: 367    
εἶμ', ἔνϑα χρεῖός μοι ὀϕέλλεται, οὔ τι νέον γε
Verse: 368    
οὐδ' ὀλίγον. σὺ δὲ τοῦτον, ἐπεὶ τεὸν ἵκετο δῶμα,
Verse: 369    
πέμψον σὺν δίϕρῳ τε καὶ υἱέι· δὸς δέ οἱ ἵππους,
Verse: 370    
οἵ τοι ἐλαϕρότατοι ϑείειν καὶ κάρτος ἄριστοι."

Verse: 371       
ὣς ἄρα ϕωνήσασ' ἀπέβη γλαυκῶπις ᾽Αϑήνη
Verse: 372    
ϕήνῃ εἰδομένη· ϑάμβος δ' ἕλε πάντας ἰδόντας.
Verse: 373    
ϑαύμαζεν δ' γεραιός, ὅπως ἴδεν ὀϕϑαλμοῖσι·
Verse: 374    
Τηλεμάχου δ' ἕλε χεῖρα, ἔπος τ' ἔϕατ' ἔκ τ' ὀνόμαζεν·

Verse: 375       
"ὦ ϕίλος, οὔ σε ἔολπα κακὸν καὶ ἄναλκιν ἔσεσϑαι,
Verse: 376    
εἰ δή τοι νέῳ ὧδε ϑεοὶ πομπῆες ἕπονται.
Verse: 377    
οὐ μὲν γάρ τις ὅδ' ἄλλος ᾽Ολύμπια δώματ' ἐχόντων,
Verse: 378    
ἀλλὰ Διὸς ϑυγάτηρ, κυδίστη Τριτογένεια,
Verse: 379    
τοι καὶ πατέρ' ἐσϑλὸν ἐν ᾽Αργείοισιν ἐτίμα.
Verse: 380    
ἀλλά, ἄνασσ', ἵληϑι, δίδωϑι δέ μοι κλέος ἐσϑλόν,
Verse: 381    
αὐτῷ καὶ παίδεσσι καὶ αἰδοίῃ παρακοίτι·
Verse: 382    
σοὶ δ' αὖ ἐγὼ ῥέξω βοῦν ἤνιν εὐρυμέτωπον,
Verse: 383    
ἀδμήτην, ἣν οὔ πω ὑπὸ ζυγὸν ἤγαγεν ἀνήρ·
Verse: 384    
τήν τοι ἐγὼ ῥέξω χρυσὸν κέρασιν περιχεύας."

Verse: 385       
ὣς ἔϕατ' εὐχόμενος, τοῦ δ' ἔκλυε Παλλὰς ᾽Αϑήνη.
Verse: 386    
τοῖσιν δ' ἡγεμόνευε Γερήνιος ἱππότα Νέστωρ,
Verse: 387    
υἱάσι καὶ γαμβροῖσιν, ἑὰ πρὸς δώματα καλά.
Verse: 388    
ἀλλ' ὅτε δώμαϑ' ἵκοντο ἀγακλυτὰ τοῖο ἄνακτος,
Verse: 389    
ἑξείης ἕζοντο κατὰ κλισμούς τε ϑρόνους τε,
Verse: 390    
τοῖς δ' γέρων ἐλϑοῦσιν ἀνὰ κρητῆρα κέρασσεν
Verse: 391    
οἴνου ἡδυπότοιο, τὸν ἑνδεκάτῳ ἐνιαυτῷ
Verse: 392    
ὤιξεν ταμίη καὶ ἀπὸ κρήδεμνον ἔλυσε·
Verse: 393    
τοῦ γέρων κρητῆρα κεράσσατο, πολλὰ δ' ᾽Αϑήνῃ
Verse: 394    
εὔχετ' ἀποσπένδων, κούρῃ Διὸς αἰγιόχοιο.

Verse: 395       
αὐτὰρ ἐπεὶ σπεῖσάν τε πίον ϑ' ὅσον ἤϑελε ϑυμός,
Verse: 396    
οἱ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
Verse: 397    
τὸν δ' αὐτοῦ κοίμησε Γερήνιος ἱππότα Νέστωρ,
Verse: 398    
Τηλέμαχον, ϕίλον υἱὸν ᾽Οδυσσῆος ϑείοιο,
Verse: 399    
τρητοῖς ἐν λεχέεσσιν, ὑπ' αἰϑούσῃ ἐριδούπῳ,
Verse: 400    
πὰρ δ' ἄρ' ἐυμμελίην Πεισίστρατον, ὄρχαμον ἀνδρῶν,
Verse: 401    
ὅς οἱ ἔτ' ἠίϑεος παίδων ἦν ἐν μεγάροισιν.
Verse: 402    
αὐτὸς δ' αὖτε καϑεῦδε μυχῷ δόμου ὑψηλοῖο,
Verse: 403    
τῷ δ' ἄλοχος δέσποινα λέχος πόρσυνε καὶ εὐνήν.

Verse: 404       
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 405    
ὤρνυτ' ἄρ' ἐξ εὐνῆϕι Γερήνιος ἱππότα Νέστωρ,
Verse: 406    
ἐκ δ' ἐλϑὼν κατ' ἄρ' ἕζετ' ἐπὶ ξεστοῖσι λίϑοισιν,
Verse: 407    
οἵ οἱ ἔσαν προπάροιϑε ϑυράων ὑψηλάων
Verse: 408    
λευκοί, ἀποστίλβοντες ἀλείϕατος: οἷς ἔπι μὲν πρὶν
Verse: 409    
Νηλεὺς ἵζεσκεν, ϑεόϕιν μήστωρ ἀτάλαντος:
Verse: 410    
ἀλλ' μὲν ἤδη κηρὶ δαμεὶς ῎Αιδος δὲ βεβήκει,
Verse: 411    
Νέστωρ αὖ τότ' ἐϕῖζε Γερήνιος, οὖρος ᾽Αχαιῶν,
Verse: 412    
σκῆπτρον ἔχων. περὶ δ' υἷες ἀολλέες ἠγερέϑοντο
Verse: 413    
ἐκ ϑαλάμων ἐλϑόντες, ᾽Εχέϕρων τε Στρατίος τε
Verse: 414    
Περσεύς τ' ῎Αρητός τε καὶ ἀντίϑεος Θρασυμήδης.
Verse: 415    
τοῖσι δ' ἔπειϑ' ἕκτος Πεισίστρατος ἤλυϑεν ἥρως,
Verse: 416    
πὰρ δ' ἄρα Τηλέμαχον ϑεοείκελον εἷσαν ἄγοντες.
Verse: 417    
τοῖσι δὲ μύϑων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·

Verse: 418       
"καρπαλίμως μοι, τέκνα ϕίλα, κρηήνατ' ἐέλδωρ,
Verse: 419    
ὄϕρ' ἤτοι πρώτιστα ϑεῶν ἱλάσσομ' ᾽Αϑήνην,
Verse: 420    
μοι ἐναργὴς ἦλϑε ϑεοῦ ἐς δαῖτα ϑάλειαν.
Verse: 421    
ἀλλ' ἄγ' μὲν πεδίον δ' ἐπὶ βοῦν ἴτω, ὄϕρα τάχιστα
Verse: 422    
ἔλϑῃσιν, ἐλάσῃ δὲ βοῶν ἐπιβουκόλος ἀνήρ·
Verse: 423    
εἷς δ' ἐπὶ Τηλεμάχου μεγαϑύμου νῆα μέλαιναν
Verse: 424    
πάντας ἰὼν ἑτάρους ἀγέτω, λιπέτω δὲ δύ' οἴους:
Verse: 425    
εἷς δ' αὖ χρυσοχόον Λαέρκεα δεῦρο κελέσϑω
Verse: 426    
ἐλϑεῖν, ὄϕρα βοὸς χρυσὸν κέρασιν περιχεύῃ.
Verse: 427    
οἱ δ' ἄλλοι μένετ' αὐτοῦ ἀολλέες, εἴπατε δ' εἴσω
Verse: 428    
δμῳῇσιν κατὰ δώματ' ἀγακλυτὰ δαῖτα πένεσϑαι,
Verse: 429    
ἕδρας τε ξύλα τ' ἀμϕὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ."

Verse: 430       
ὣς ἔϕαϑ', οἱ δ' ἄρα πάντες ἐποίπνυον. ἦλϑε μὲν ἂρ βοῦς
Verse: 431    
ἐκ πεδίου, ἦλϑον δὲ ϑοῆς παρὰ νηὸς ἐίσης
Verse: 432    
Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλϑε δὲ χαλκεὺς
Verse: 433    
ὅπλ' ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης,
Verse: 434    
ἄκμονά τε σϕῦράν τ' εὐποίητόν τε πυράγρην,
Verse: 435    
οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλϑε δ' ᾽Αϑήνη
Verse: 436    
ἱρῶν ἀντιόωσα. γέρων δ' ἱππηλάτα Νέστωρ
Verse: 437    
χρυσὸν ἔδωχ δ' ἔπειτα βοὸς κέρασιν περίχευεν
Verse: 438    
ἀσκήσας, ἵν' ἄγαλμα ϑεὰ κεχάροιτο ἰδοῦσα.
Verse: 439    
βοῦν δ' ἀγέτην κεράων Στρατίος καὶ δῖος ᾽Εχέϕρων.
Verse: 440    
χέρνιβα δέ σϕ' ῎Αρητος ἐν ἀνϑεμόεντι λέβητι
Verse: 441    
ἤλυϑεν ἐκ ϑαλάμοιο ϕέρων, ἑτέρῃ δ' ἔχεν οὔλας
Verse: 442    
ἐν κανέῳ. πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης
Verse: 443    
ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο, βοῦν ἐπικόψων.
Verse: 444    
Περσεὺς δ' ἀμνίον εἶχε· γέρων δ' ἱππηλάτα Νέστωρ
Verse: 445    
χέρνιβά τ' οὐλοχύτας τε κατήρχετο, πολλὰ δ' ᾽Αϑήνῃ
Verse: 446    
εὔχετ' ἀπαρχόμενος, κεϕαλῆς τρίχας ἐν πυρὶ βάλλων.

Verse: 447       
αὐτὰρ ἐπεί ' εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
Verse: 448    
αὐτίκα Νέστορος υἱός, ὑπέρϑυμος Θρασυμήδης,
Verse: 449    
ἤλασεν ἄγχι στάς: πέλεκυς δ' ἀπέκοψε τένοντας
Verse: 450    
αὐχενίους, λῦσεν δὲ βοὸς μένος: αἱ δ' ὀλόλυξαν
Verse: 451    
ϑυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις
Verse: 452    
Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο ϑυγατρῶν.
Verse: 453    
οἱ μὲν ἔπειτ' ἀνελόντες ἀπὸ χϑονὸς εὐρυοδείης
Verse: 454    
ἔσχον· ἀτὰρ σϕάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
Verse: 455    
τῆς δ' ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δ' ὀστέα ϑυμός,
Verse: 456    
αἶψ' ἄρα μιν διέχευαν, ἄϕαρ δ' ἐκ μηρία τάμνον
Verse: 457    
πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν
Verse: 458    
δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοϑέτησαν.
Verse: 459    
καῖε δ' ἐπὶ σχίζῃς γέρων, ἐπὶ δ' αἴϑοπα οἶνον
Verse: 460    
λεῖβε· νέοι δὲ παρ' αὐτὸν ἔχον πεμπώβολα χερσίν.
Verse: 461    
αὐτὰρ ἐπεὶ κατὰ μῆρ' ἐκάη καὶ σπλάγχνα πάσαντο,
Verse: 462    
μίστυλλόν τ' ἄρα τἆλλα καὶ ἀμϕ' ὀβελοῖσιν ἔπειραν,
Verse: 463    
ὤπτων δ' ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.

Verse: 464       
τόϕρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη,
Verse: 465    
Νέστορος ὁπλοτάτη ϑυγάτηρ Νηληιάδαο.
Verse: 466    
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ' ἐλαίῳ,
Verse: 467    
ἀμϕὶ δέ μιν ϕᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα,
Verse: 468    
ἔκ ' ἀσαμίνϑου βῆ δέμας ἀϑανάτοισιν ὁμοῖος:
Verse: 469    
πὰρ δ' γε Νέστορ' ἰὼν κατ' ἄρ' ἕζετο, ποιμένα λαῶν.

Verse: 470       
οἱ δ' ἐπεὶ ὤπτησαν κρέ' ὑπέρτερα καὶ ἐρύσαντο,
Verse: 471    
δαίνυνϑ' ἑζόμενοι· ἐπὶ δ' ἀνέρες ἐσϑλοὶ ὄροντο
Verse: 472    
οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
Verse: 473    
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
Verse: 474    
τοῖσι δὲ μύϑων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·

Verse: 475       
"παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους
Verse: 476    
ζεύξαϑ' ὑϕ' ἅρματ' ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο."

Verse: 477       
ὣς ἔϕαϑ', οἱ δ' ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίϑοντο,
Verse: 478    
καρπαλίμως δ' ἔζευξαν ὑϕ' ἅρμασιν ὠκέας ἵππους.
Verse: 479    
ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔϑηκεν
Verse: 480    
ὄψά τε, οἷα ἔδουσι Διοτρεϕέες βασιλῆες.
Verse: 481    
ἂν δ' ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίϕρον·
Verse: 482    
πὰρ δ' ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν,
Verse: 483    
ἐς δίϕρόν τ' ἀνέβαινε καὶ ἡνία λάζετο χερσί,
Verse: 484    
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσϑην
Verse: 485    
ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεϑρον.
Verse: 486    
οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμϕὶς ἔχοντες.
Verse: 487    
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
Verse: 488    
ἐς Φηρὰς δ' ἵκοντο Διοκλῆος ποτὶ δῶμα,
Verse: 489    
υἱέος ᾽Ορτιλόχοιο, τὸν ᾽Αλϕειὸς τέκε παῖδα.
Verse: 490    
ἔνϑα δὲ νύκτ' ἄεσαν, δ' ἄρα ξεινήια δῶκεν.

Verse: 491       
ἦμος δ' ἠριγένεια ϕάνη ῥοδοδάκτυλος ᾽Ηώς,
Verse: 492    
ἵππους τε ζεύγνυντ' ἀνά ϑ' ἅρματα ποικίλ' ἔβαινον·
Verse: 494    
μάστιξεν δ' ἐλάαν, τὼ δ' οὐκ ἄκοντε πετέσϑην.
Verse: 495    
ἷξον δ' ἐς πεδίον πυρηϕόρον, ἔνϑα δ' ἔπειτα
Verse: 496    
ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκϕερον ὠκέες ἵπποι.
Verse: 497    
δύσετό τ' ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.



Next part



This text is part of the TITUS edition of Homer, Odyssee.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.