TITUS
Novum Testamentum graece
Part No. 2
Previous part

Chapter: 2 
Verse: 1    Τοῦ δὲ ᾽Ιησοῦ γεννηϑέντος ἐν Βηϑλέεμ τῆς ᾽Ιουδαίας ἐν ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς ῾Ιεροσόλυμα
Verse: 2    
λέγοντες, Ποῦ ἐστιν τεχϑεὶς βασιλεὺς τῶν ᾽Ιουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλϑομεν προσκυνῆσαι αὐτῷ.
Verse: 3    
ἀκούσας δὲ βασιλεὺς ῾Ηρῴδης ἐταράχϑη καὶ πᾶσα ῾Ιεροσόλυμα μετ' αὐτοῦ,
Verse: 4    
καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνϑάνετο παρ' αὐτῶν ποῦ Χριστὸς γεννᾶται.
Verse: 5    
οἱ δὲ εἶπαν αὐτῷ, ᾽Εν Βηϑλέεμ τῆς ᾽Ιουδαίας· οὕτως γὰρ γέγραπται διὰ τοῦ προϕήτου·
Verse: 6    
Καὶ σύ, Βηϑλέεμγῆ ᾽Ιούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν ᾽Ιούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν ᾽Ισραήλ.
Verse: 7    
Τότε ῾Ηρῴδης λάϑρᾳ καλέσας τοὺς μάγους ἠκρίβωσεν παρ' αὐτῶν τὸν χρόνον τοῦ ϕαινομένου ἀστέρος,
Verse: 8    
καὶ πέμψας αὐτοὺς εἰς Βηϑλέεμ εἶπεν, Πορευϑέντες ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλϑὼν προσκυνήσω αὐτῷ.
Verse: 9    
οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύϑησαν, καὶ ἰδοὺ ἀστὴρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτοὺς ἕως ἐλϑὼν ἐστάϑη ἐπάνω οὗ ἦν τὸ παιδίον.
Verse: 10    
ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σϕόδρα.
Verse: 11    
καὶ ἐλϑόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς ϑησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν.
Verse: 12    
καὶ χρηματισϑέντες κατ' ὄναρ μὴ ἀνακάμψαι πρὸς ῾Ηρῴδην, δι' ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Verse: 13    
᾽Αναχωρησάντων δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου ϕαίνεται κατ' ὄναρ τῷ ᾽Ιωσὴϕ λέγων, ᾽Εγερϑεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ϕεῦγε εἰς Αἴγυπτον, καὶ ἴσϑι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ ῾Ηρῴδης ζητεῖν τὸ παιδίον τοῦ ἀπολέσαι αὐτό.
Verse: 14    
δὲ ἐγερϑεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
Verse: 15    
καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς ῾Ηρῴδου· ἵνα πληρωϑῇ τὸ ϱηϑὲν ὑπὸ κυρίου διὰ τοῦ προϕήτου λέγοντος, ᾽Εξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
Verse: 16    
Τότε ῾Ηρῴδης ἰδὼν ὅτι ἐνεπαίχϑη ὑπὸ τῶν μάγων ἐϑυμώϑη λίαν, καὶ ἀποστείλας ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηϑλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.
Verse: 17    
τότε ἐπληρώϑη τὸ ϱηϑὲν διὰ ᾽Ιερεμίου τοῦ προϕήτου λέγοντος,
Verse: 18    
Φωνὴ ἐν ῾Ραμὰ ἠκούσϑη, κλαυϑμὸς καὶ ὀδυρμὸς πολύς· ῾Ραχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤϑελεν παρακληϑῆναι, ὅτι οὐκ εἰσίν.
Verse: 19    
Τελευτήσαντος δὲ τοῦ ῾Ηρῴδου ἰδοὺ ἄγγελος κυρίου ϕαίνεται κατ' ὄναρ τῷ ᾽Ιωσὴϕ ἐν Αἰγύπτῳ
Verse: 20    
λέγων, ᾽Εγερϑεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύου εἰς γῆν ᾽Ισραήλ, τεϑνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.
Verse: 21    
δὲ ἐγερϑεὶς παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ εἰσῆλϑεν εἰς γῆν ᾽Ισραήλ.
Verse: 22    
ἀκούσας δὲ ὅτι ᾽Αρχέλαος βασιλεύει τῆς ᾽Ιουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ ῾Ηρῴδου ἐϕοβήϑη ἐκεῖ ἀπελϑεῖν· χρηματισϑεὶς δὲ κατ' ὄναρ ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
Verse: 23    
καὶ ἐλϑὼν κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωϑῇ τὸ ϱηϑὲν διὰ τῶν προϕητῶν ὅτι Ναζωραῖος κληϑήσεται.

Next part



This text is part of the TITUS edition of Novum Testamentum graece.

Copyright TITUS Project, Frankfurt a/M, 5.12.2017. No parts of this document may be republished in any form without prior permission by the copyright holder.